ιστορικό δημοσιεύσεων

Καλώς ήρθατε! στον προσωπικό δικτυακό τόπο του Βασίλη Συμεωνίδη

αρχική

 

φιλολογικά

 
έκθεση α΄ λυκείου
 
έκθεση β΄ λυκείου
 
έκθεση γ΄ λυκείου
 

λογοτεχνία

 

αρχαία

 

ιστορία σχολική

 

ιστορία

 

φιλοσοφία
 
εκτός ύλης
 
συζητώντας
 
εργασίες συναδέρφων
 
ιδέες διδασκαλίας
 
επικοινωνία

.................................

Βασίλης Συμεωνίδης

δικτυακός τόπος

με εκπαιδευτικό και διδακτικό σκοπό

 

 

η αντιγραφή είναι ελεύθερη με την υπενθύμιση ότι η αναφορά στην πηγή τιμά αυτόν που την κάνει

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

 

 
 
 

τεχνική υποστήριξη

Σταυρούλα Φώλια

Αθήναιος, Δειπνοσοφιστές βιβλίο 12

 

1. (510) ῎Ανθρωπος εἷναί μοι Κυρηναῖος δοκεῖς, κατὰ τὸν Ἀλέξιδος Τυνδάρεων, ἑταῖρε Τιμόκρατες·

Κἀκεῖ γὰρ ἄν τις ἐπὶ τὸ δεῖπνον ἕνα καλῇ,

πάρεισιν ὀκτωκαίδεκ' ἄλλοι καὶ δέκα

ἅρματα συνωρίδες τε πεντεκαίδεκα·

τούτοις δὲ δεῖ σε τἀπιτήδει' ἐμβαλεῖν,

ὥστ' ἦν κράτιστον μηδὲ καλέσαι μηδένα.

Κἀμοὶ δ' ἦν κράτιστον σιωπᾶν καὶ μὴ ἐπὶ τοσούτοις (510b) προειρημένοις ἕτερα προστιθέναι· ἀλλ' ἐπεὶ πάνυ λιπαρῶς ἡμᾶς ἀπαιτεῖς καὶ τὸν περὶ τῶν ἐπὶ τρυφῇ διαβοήτων γενομένων λόγον καὶ τῆς τούτων ἡδυπαθείας...

 

2. ῾Η γὰρ ἀπόλαυσις δήπου μετ' ἐπιθυμίας πρῶτον, ἔπειτα, μεθ' ἡδονῆς. Καίτοι Σοφοκλῆς, γ' ὁ ποιητής, τῶν ἀπολαυστικῶν εἷς ὢν, ἵνα μὴ κατηγορῇ τοῦ γήρως, εἰς σωφροσύνην ἔθετο τὴν ἀσθένειαν αὐτοῦ τὴν περὶ τὰς τῶν ἀφροδισίων ἀπολαύσεις, φήσας ἀσμένως ἀπηλλάχθαι αὐτῶν ὥσπερ (510c) τινὸς ἀγρίου δεσπότου. Ἐγὼ δέ φημι καὶ τὴν τοῦ Πάριδος κρίσιν ὑπὸ τῶν παλαιοτέρων πεποιῆσθαι ἡδονῆς πρὸς ἀρετὴν οὖσαν σύγκρισιν· προκριθείσης γοῦν τῆς ᾽Αφροδίτης, αὕτη δ' ἐστὶν ἡ ἡδονή, πάντα συνεταράχθη. Καί μοι δοκεῖ καὶ ὁ καλὸς ἡμῶν Ξενοφῶν τὸν περὶ τὸν Ἡρακλέα καὶ τὴν ᾽Αρετὴν μῦθον ἐντεῦθεν πεπλακέναι. Κατὰ γὰρ τὸν ᾽Εμπεδοκλέα·

Οὐδέ τις ἦν κείνοισιν ῎Αρης θεὸς οὐδὲ Κυδοιμὸς

(510d) οὐδὲ Ζεὺς βασιλεὺς οὐδὲ Κρόνος οὐδὲ Ποσειδῶν,

ἀλλὰ Κύπρις βασίλεια.

Τὴν οἵ γ' εὐσεβέεσσιν ἀγάλμασιν ἱλάσκοντο

γραπτοῖς τε ζῴοισι μύροισί τε δαιδαλεόδμοις

σμύρνης τ' ἀκρήτου θυσίαις λιβάνου τε θυώδους,

ξανθῶν τε σπονδὰς μελίτων ῥίπτοντες ἐς οὖδας.

Καὶ Μένανδρος δ' ἐν Κιθαριστῇ περί τινος μουσικευομένου λέγων φησί·

(511) Φιλόμουσον εἶν' αὐτὸν πάνυ

ἀκούσματ' εἰς τρυφήν τε παιδεύεσθ' ἀεί.

 

3. Καίτοι τινές φασι κατὰ φύσιν εἶναι τὴν ἡδονὴν ἐκ τοῦ πάντα ζῷα δεδουλῶσθαι ταύτῃ, ὥσπερ οὐχὶ καὶ δειλίας καὶ φόβου καὶ τῶν ἄλλων παθημάτων κοινῶς μὲν ἐν ἅπασιν ὄντων, παρὰ δὲ τοῖς λογισμῷ χρωμένοις ἀποδοκιμαζομένων. Τὸ οὖν ἡδονὰς διώκειν προπετῶς λύπας ἐστὶ θηρεύειν. Διόπερ ῞Ομηρος ἐπονείδιστον βουλόμενος ποιῆσαι τὴν ἡδονὴν (511b) καὶ τῶν θεῶν φησι τοὺς μεγίστους οὐδὲν ὑπὸ τῆς σφετέρας ὠφελεῖσθαι δυνάμεως, ἀλλὰ τὰ μέγιστα βλάπτεσθαι παρενεχθέντας ὑπ' αὐτῆς. Ὅσα μὲν γὰρ ἀγρυπνῶν ὁ Ζεὺς ἐφρόντιζεν ὑπὲρ τῶν Τρώων, ταῦτ' ἀπώλεσεν μεθ' ἡμέραν ὑφ ἡδονῆς κρατηθείς, καὶ ὁ ῎Αρης ἀλκιμώτατος ὢν ὑπὸ τοῦ ἀσθενεστάτου Ἡφαίστου συνεποδίσθη καὶ ὦφλεν αἰσχύνην καὶ ζημίαν ἐκδοὺς ἑαυτὸν ἔρωσιν ἀλογίστοις. Φησὶ γοῦν πρὸς τοὺς θεούς, ὅτ' ἦλθον αὐτὸν θεασόμενοι δεδεμένον·

Οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν,

(511c) ὡς και νῦν ῞Ηφαιστος ἐὼν βραδὺς εἶλεν ῎Αρηα

ὠκύτατόν περ ἐόντα θεῶν οἵ ῎Ολυμπον ἔχουσι,

χωλὸς ἐών, τέχνησι· τὸ καὶ ζωάγρι ὀφέλλει.

«Οὐδεὶς δὲ λέγει τὸν ᾽Αριστείδου βίον ἡδύν, ἀλλὰ τὸν Σμινδυρίδου τοῦ Συβαρίτου καὶ τὸν Σαρδαναπάλλου. Καίτοι κατά γε τὴν δόξαν,» φησὶν ἐν τῷ περὶ ῾Ηδονῆς Θεόφραστος, «οὐχ ὁμοίως λαμπρός ἐστιν· ἀλλ' οὐκ ἐτρύφησεν ὥσπερ ἐκεῖνοι. Οὐδὲ τὸν ᾽Αγησιλάου τοῦ Λακεδαιμονίων βασιλέως, ἀλλὰ μᾶλλον, εἰ ἔτυχεν, τὸν ᾽Ανάνιος οὕτως ἀοράτου (511d) κατὰ δόξαν ὄντος, οὐδὲ τὸν τῶν ἡμιθέων τῶν ἐπὶ Τροίας, ἀλλὰ πολλῷ μᾶλλον τῶν νῦν. Καὶ τοῦτ' εἰκότως. Ὁ μὲν γὰρ ἀκατάσκευος καὶ καθάπερ ἀνεύρετος ἦν, οὔτ' ἐπιμιξίας οὔσης οὔτε τῶν τεχνῶν διηκριβωμένων, ὁ δὲ πᾶσιν ἐξηρτυμένος πρὸς ῥᾳστώνην καὶ πρὸς ἀπόλαυσιν καὶ πρὸς τὰς ἄλλας διαγωγάς.»

 

4. Πλάτων δ' ἐν τῷ Φιλήβῳ φησίν· « Ἡδονὴ μὲν γὰρ ἁπάντων ἀλαζονίστατον. Ὡς δὲ λόγος, καὶ ἐν (511e) ταῖς ἡδοναῖς ταῖς περὶ τὰ ἀφροδίσια, αἳ δὴ μέγισται δοκοῦσιν εἶναι, καὶ τὸ ἐπιορκεῖν συγγνώμην εἴληφεν παρὰ θεῶν, ὡς καθάπερ παίδων τῶν ἡδονῶν νοῦν οὐδὲ τὸν ὀλίγιστον κεκτημένων.» Ἐν δὲ τῷ ὀγδόῳ τῆς Πολιτείας ὁ αὐτὸς Πλάτων πρότερος ὑπέδειξε τὸ ὑπὸ τῶν ᾽Επικουρείων θρυλούμενον, ὅτι «Τῶν ἐπιθυμιῶν αἱ μέν εἰσι φυσικαὶ καὶ ἀναγκαῖαι, αἱ δὲ φυσικαὶ μέν, οὐκ ἀναγκαῖαι δέ, αἱ δὲ οὔτε φυσικαὶ οὔτε ἀναγκαῖαι, » γραφων οὕτως « Ἆρ' οὖν οὐχὶ ἡ τοῦ φαγεῖν μέχρις ὑγιείας (511f) καὶ εὐεξίας καὶ αὐτοῦ σίτου καὶ ὄψου ἀναγκαῖος ἂν εἴη; ἡ μέν γέ που τοῦ σίτου κατ' ἀμφότερα ἀναγκαία, ᾗ τε ὠφέλιμος ᾗ τε παῦσαι ζῶντας δυνατή; - Ναί. - Ἡ δὲ ὄψου, εἴ πῄ τινα ὠφέλειαν πρὸς εὐεξίαν παρέχεται; - Πάνυ μὲν οὖν. - Τί δαί; ἡ πέρα τούτων καὶ ἀλλοίων ἐδερσμάτων ἢ τοιούτων (512) ἐπίθυμια, δυνατὴ δὲ κολαζομένη ἐκ νέων πολλῶν ἀπαλλάττεσθαι, καὶ βλαβερὰ μὲν σώματι, βλαβερὰ δὲ ψυχῇ πρός τε φρόνησιν καὶ πρὸς τὸ σωφρονεῖν, ἆρά γε ὀρθῶς οὐκ ἀναγκαία ἂν καλοῖτο; - Ὀρθότατα μὲν οὖν.»

 

5. Ἡρακλείδης δ' ὁ Ποντικὸς ἐν τῷ περὶ ῾Ηδονῆς τάδε λέγει· « Οἱ τύραννοι καὶ οἱ βασιλεῖς τῶν ἀγαθῶν ὄντες κύριοι καὶ πάντων εἰληφότες πεῖραν τὴν ἡδονὴν προκρίνουσιν, μεγαλοψυχοτέρας ποιούσης τῆς ἡδονῆς τὰς τῶν ἀνθρωπών φύσεις. Ἅπαντες γοῦν οἱ τὴν ἡδονὴν τιμῶντες καὶ τρυφᾶν προῃρημένοι μεγαλόψυχοι καὶ μεγαλοπρεπεῖς εἰσιν, (512b) ὡς Πέρσαι καὶ Μῆδοι. Μάλιστα γὰρ τῶν ἄλλων ἀνθρώπων τὴν ἡδονὴν οὗτοι καὶ τὴν τρυφὴν τιμῶσιν, ἀνδρειότατοι καὶ μεγαλοψυχότατοι τῶν βαρβάρων ὄντες. Ἐστὶ γὰρ τὸ μὲν ἥδεσθαι καὶ τὸ τρυφᾶν ἐλευθέρων· ἀνίησι γὰρ τὰς ψυχὰς καὶ αὔξει· τὸ δὲ πονεῖν δούλων καὶ ταπεινῶν· διὸ καὶ συστέλλονται οὗτοι καὶ τὰς φύσεις. Καὶ ἡ ᾽Αθηναίων πόλις, ἕως ἐτρύφα, μεγίστη τε ἦν καὶ μεγαλοψυχοτάτους ἔτρεφεν ἄνδρας. Ἁλουργῆ μὲν γὰρ (512c) ἠμπίσχοντο ἱμάτια, ποικίλους δ' ὑπέδυνον χιτῶνας, κορυμβους δ' ἀναδούμενοι τῶν τριχῶν χρυσοῦς τέττιγας περὶ τὸ μέτωπον καὶ τὰς κόρρας ἐφόρουν· ὀκλαδίας τε αὐτοῖς δίφρους ἔφερον οἱ παῖδες, ἵνα μὴ καθίζοιεν ὡς ἔτυχεν. Καὶ τοιοῦτοι ἦσαν οἱ τὴν ἐν Μαραθῶνι νικήσαντες μάχην καὶ μόνοι τὴν τῆς ᾽Ασίας ἁπάσης δύναμιν χειρωσάμενοι, καὶ οἱ φρονιμώτατοι δέ, φησίν, καὶ μεγίστην δόξαν ἐπὶ σοφίᾳ ἔχοντες μέγιστον ἀγαθὸν τὴν ἡδονὴν εἷναι νομίζουσιν, Σιμωνίδης μὲν οὑτωσὶ λέγων·

Τίς γὰρ, ἁδονᾶς ἄτερ

θνατῶν βίος ποθεινὸς ἢ ποία τυραννίς;

(512d) τᾶσδ' ἄτερ οὐδὲ θεῶν ζαλωτὸς αἰών.

Πίνδαρος δὲ παραινῶν ῾Ιέρωνι τῷ Συρακοσίων ἄρχοντι·

Μηδ' ἀμαύρου, φησί, τέρψιν ἐν βίῳ· πολύ τοι

φέριστον ἀνδρὶ τερπνὸς αἰών.

Καὶ ῞Ομηρος δὲ τὴν εὐφροσύνην καὶ τὸ εὐφραίνεσθαι τέλος φησὶν εἱναι χαριέστερον, ὅταν δαιτυμόνες μὲν ἀοιδοῦ ἀκουάζωνται, παρὰ δὲ πλήθωσι τράπεζαι. Τοὺς δὲ θεούς φησιν εἷναι ῥεῖα ζώοντας (τὸ δὲ ῥεῖα ἐστὶν ἀπόνως), ὥσπερ ἐνδεικνύμενος ὅτι μέγιστόν ἐστι τῶν κακῶν ἡ περὶ τὸ ζῆν ταλαιπωρία καὶ ὁ πόνος.»

  [πάνω]

 

6. (512e) Διόπερ καὶ Μεγακλείδης ἐπιτιμᾷ τοῖς μεθ᾽ ῞Ομηρον καὶ ῾Ησίοδον ποιηταῖς ὅσοι περὶ ῾Ηρακλέους εἰρήκασιν ὡς στρατοπέδων ἡγεῖτο καὶ πόλεις ἥρει· «Ὃς μεθ' ἡδονῆς πλείστης τὸν μετ᾽ ἀνθρώπων βίον διετέλεσε, πλείστας μὲν γυναῖκας γήμας, ἐκ πλείστων δὲ λάθρᾳ παρθένων παιδοποιησάμενος.» Εἴποι γὰρ ἄν τις πρὸς τοὺς οὐ ταῦτα παραδεχομένους· «Πόθεν, ὦ οὗτοι, τὴν περὶ τὰς (512f) ἐδωδὰς αὐτῷ σπουδὴν ἀνατίθετε, ἢ πόθεν παρῆλθεν εἰς τοὺς ἀνθρώπους τὸ τῆς λοιβαίας κύλικος μηδὲν ὑπολείπεσθαι, εἰ μὴ τὰ περὶ τὰς ἡδονὰς ἐδοκίμαζεν, ἢ διὰ τί τὰ θερμὰ λουτρὰ τὰ φαινόμενα ἐκ τῆς γῆς πάντες ῾Ηρακλέους φασὶν εἶναι ἱερά, ἢ διὰ τί τὰς μαλακὰς στρωμνὰς ῾Ηρακλέους κοίτας εἰώθασι καλεῖν, εἰ κατεφρόνει τῶν ἡδέως ζώντων;» Τοῦτον οὖν, φησίν, οἱ νεώτεροι ποιηταὶ κατασκευάζουσιν ἐν λῃστοῦ σχήματι μόνον περιπορευόμενον, ξύλον ἔχοντα καὶ λεοντῆν καὶ τόξα· καὶ ταῦτα πλάσαι (513) πρῶτον Στησίχορον τὸν ῾Ιμεραῖον. Καὶ Ξάνθος δ᾽ ὁ μελοποιός, πρεσβύτερος ὢν Στησιχόρου, ὡς καὶ αὐτὸς ὁ Στησίχορος μαρτυρεῖ, ὥς φησιν ὁ Μεγακλείδης, οὐ ταύτην αὐτῷ περιτίθησι τὴν στολήν, ἀλλὰ τὴν ῾Ομηρικήν. Πολλὰ δὲ τῶν Ξάνθου παραπεποίηκεν ὁ Στησίχορος, ὥσπερ καὶ τὴν ᾽Ορέστειαν καλουμένην. ᾽Αντισθένης δὲ τὴν ἡδονὴν ἀγαθὸν εἶναι φάσκων προσέθηκεν τὴν ἀμεταμέλητον.

 

7. ῾Ο δὲ παρὰ τῷ ῾Ομήρῳ ᾽Οδυσσεὺς ἡγεμὼν δοκεῖ γεγενῆσθαι ᾽Επικούρῳ τῆς πολυθρυλήτου ἡδονῆς, ὅσπερ φησίν·

(513b) Οὐ γὰρ ἔγωγέ τι φημὶ τέλος χαριέστερον εἶναι

ἢ ὅταν εὐφροσύνη μὲν ἔχη κάτα' δῆμον ἅπαντα,

δαιτυμόνες δ' ἀνὰ δώματ' ἀκουάζωνται ἀοιδοῦ

ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι

σίτου καὶ κρειῶν, μέθυ δ' ἐκ κρητῆρος ἀφύσσων

οἰνοχόος παρέχῃσι καὶ ἐγχείῃ δεπάεσσιν.

τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἷναι.

Ὁ δὲ Μεγακλείδης φησὶ τὸν ᾽Οδυσσέα καθομιλοῦντα τοὺς καιρους ὑπὲρ τοῦ δοκεῖν ὁμοήθη τοῖς Φαίαξιν εἷναι τὸ ἁβροδίαιτον αὐτῶν ἀσπάζεσθαι, (513c) προπυθόμενον τοῦ ᾽Αλκίνου·

Αἰεὶ δ' ἡμῖν δαίς τε, φίλη κίθαρίς τε χοροί τε

εἵματα τ' ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.

Μόνως γὰρ οὕτως ᾠήθη ὧν ἤλπιζεν μὴ διαμαρτεῖν.

Τοιοῦτός ἐστιν καὶ ὁ παραινῶν ᾽Αμφιλόχῳ τῷ παιδί·

Ὦ τέκνον,

ποντίου θηρὸς πετραίου χρωτὶ μάλιστα νόον

προσφέρων πάσαις πολίεσσιν ὁμίλει·

τῷ παρεόντι δ' ἐπαινήσαις ἑκὼν

(513d) ἄλλοτ' αλλοῖα φρόνει.

Ὁμοίως φησὶν καὶ Σοφοκλῆς ἐν ᾽Ιφιγενείᾳ·

Νόει πρὸς ἀνδρί, σῶμα πουλύπους ὅπως

πέτρᾳ τραπέσθαι γνησίου φρονήματος.

Καὶ ὁ Θέογνις·

Πουλύπου ὀργὴν ἴσχε πολυπλόκου.

Εἰσὶ δ' οἵ φασι ταύτης εἷναι τῆς γνώμης τὸν ῞Ομηρον, προτάττοντα τοῦ σπουδαίου βίου πολλάκις τὸν καθ' ἡδονήν, λέγοντα·

Οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο

(513e) χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια ῞Ηβη

νέκταρ ἐῳνοχόει, τοὶ δὲ χρυσέοις δεπάεσσι

δειδέχατ' ἀλλήλους.

Καὶ ὁ Μενέλαος δὲ παρ' αὐτῷ φησιν·

Οὐδέ κεν ἡμέας

ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε.

Καί·

Ἣμεθα δαινύμενοι κρέα τ' ἄσπετα καὶ μέθυ ἡδύ.

Διόπερ καὶ ᾽Οδυσσεὺς τρυφὴν καὶ λαγνείαν τέλος τοῦ βίου παρὰ τῷ ᾽Αλκινόῳ τίθεται.

 

8. Διαβόητοι δὲ ἐπὶ τρυφῇ ἐγένοντο πρῶτοι πάντων (513f) ἀνθρώπων Πέρσαι, ὧν καὶ οἱ βασιλεῖς ἐχείμαζον μὲν ἐν Σούσοις, ἐθέριζον δὲ ἐν ᾽Εκβατάνοις. (Κληθῆναι δὲ τὰ Σοῦσά φησιν ᾽Αριστόρουλος καὶ Χάρης διὰ τὴν ὡραιότητα τοῦ τόπου· σοῦσον γὰρ εἷναι τῇ ῾Ελλήνων φωνῇ τὸ κρίνον.) Ἐν Περσεπόλει δὲ διατρίβουσι φθινόπωρον καὶ ἐν Βαρυλῶνι τὸ λεῖπον τοῦ ἐνιαυτοῦ μέρος. Καὶ οἱ Πάρθων δὲ βασιλεῖς ἐαρίζουσι μὲν ἐν ῾Ράγαις, χειμάζουσι δὲ (514) ἐν Βαρυλῶνι,... τὸ λεῖπον τοῦ ἐνιαυτοῦ, καὶ τὸ παράσημον δὲ ὃ ἐπετίθεντο τῇ κεφαλῇ οἱ τῶν Περσῶν βασιλεῖς οὐδ' αὐτὸ ἠρνεῖτο τὴν τῆς ἡδυπαθείας ἀπόλαυσιν. «Κατεσκευάζετο γάρ,» ὥς φησι Δίνων, « ἐκ σμύρνης καὶ τοῦ καλουμένου λαβύζου. Εὐώδης δ' ἐστὶν ἡ λάβυζος καὶ πολυτιμοτέρα τῆς σμύρνης. Ὁπότε δὲ καὶ ἀπὸ τοῦ ἅρματος κατίοι,» φησί, « βασιλεύς, οὔτε καθήλλετο ὀλίγου ὄντος ἐπὶ τὴν γῆν τοῦ ὕψους οὔτε διὰ χειρῶν ἐρειδόμενος, ἀλλ' αἰεὶ αὐτῷ χρυσοῦς δίφρος ἐτίθετο (514b) καὶ τούτῳ ἐπιβαίνων κατῄει· καὶ ὁ βασιλέως διφροφόρος, εἰς τοῦτο εἵπετο.» «Φυλάσσουσί τε αὐτον καὶ τριακόσιαι γυναῖκες, ὡς ἱστορεῖ ὁ Κυμαῖος ῾Ηρακλείδης ἐν α' Περσικῶν. Αὗται δὲ τὰς μὲν ἡμέρας κοιμῶνται ἵνα νυκτὸς ἐγρηγορῶσι, τῆς δὲ νυκτὸς ᾄδουσαι καὶ ψάλλουσαι διατελοῦσι λύχνων καιομένων· χρῆταί δὲ αὐταῖς καὶ παλλακίσιν ὁ βασιλεὺς... διὰ τῆς τῶν μηλοφόρων αὐλῆς. Ἦσαν δὲ οὗτοι τῶν δορυφόρων, καὶ τῷ γένει πάντες Πέρσαι, ἐπὶ τῶν στυράκων μῆλα χρυσᾶ ἔχοντες, χίλιοι τὸν ἀριθμόν, ἀριστίνδην (514c) ἐκλεγόμενοι ἐκ τῶν μυρίων Περσῶν τῶν ᾽Αθανάτων καλουμένων. Καὶ διῄει διὰ τῆς τούτων αὐλῆς πεζὸς ὑποτιθεμένων ψιλοταπίδων Σαρδιανῶν, ἐφ' ὧν οὐδεὶς ἄλλος ἐπέβαινεν ἢ βασιλεύς. Ὅτε δὲ εἰς τὴν ἐσχάτην αὐλὴν ἔλθοι, ἀνέβαινεν ἐπὶ τὸ ἅρμα, ἐνίοτε δὲ καὶ ἐφ' ἵππον. Πεζὸς δὲ οὐδέποτε ἑωράθη ἔξω τῶν βασιλείων, εἰ δὲ ἐπὶ θήραν ἐξίοι, καὶ αἱ παλλακίδες αὐτῷ συνεξᾐεσαν. Ὁ δὲ θρόνος ἐφ ᾧ ἐχρημάτιζεν καθήμενος χρυσοῦς ἦν, ὃν περιειστήκεσαν τέσσαρες κιονίσκοι λιθοκόλλητοι χρυσοῖ, ἐφ ὧν διετέτατο ἱμάτιον ποικίλον πορφυροῦν.

 

9. (514d) Ὁ Κλέαρχος δὲ ὁ Σολεὺς ἐν τετάρτῳ Βίων προειπὼν περὶ τῆς Μήδων τρυφῆς καὶ ὅτι διὰ ταύτην πολλοὺς εὐνουχίσαιεν τῶν περικτιόνων, ἐπιφέρει καὶ τὴν παρὰ Μήδων γενέσθαι Πέρσαις μηλοφορίαν μὴ μόνον ὧν ἔπαθον τιμωρίαν, ἀλλὰ καὶ τῆς τῶν δορυφορούντων τρυφῆς εἰς ὅσον ἦλθον ἀνανδρίας ὑπόμνημα. Δύναται γάρ, ὡς ἔοικεν, ἡ παράκαιρος ἅμα καὶ μάταιος αὐτῶν περὶ τὸν βίον τρυφὴ καὶ τοὺς ταῖς λόγχαις καθωπλισμένους ἀγύρτας ἀποφαίνειν (514e). Καὶ προελθὼν δὲ γράφει· « Τοῖς γοῦν πορίσασί τι αὐτῷ ἡδὺ βρῶμα διδοὺς ἆθλα τοῦ πορισθέντος οὐχ ἑτέραις ἡδύνων ταῦτα τιμαῖς παρετίθει, πολὺ δὲ μᾶλλον αὐτὸς ἀπολαύειν αὐτῶν, νοῦν ἔχων· τοῦτο μεν γάρ ἐστιν ὁ λεγόμενος, οἶμαι, καὶ Διὸς ἅμα καὶ βασιλέως ἐγκέφαλος.» Χάρης δ' ὁ Μιτυληναῖος ἐν τῇ πέμπτῃ,τῶν περὶ Ἀλέξανδρον Ἱστοριῶν «Εἰς τοῦτο,» φησιν, «ἥκον τρυφῆς οἱ τῶν Περσῶν βασιλεῖς ὥστε ἔχεσθαι τῆς βασιλικῆς κλίνης ὑπὲρ κεφαλῆς οἴκημά τι πεντάκλινον, ἐν ᾦ χρυσίου πεντακισχίλια διὰ παντὸς (514f) ἔκειτο τάλαντα, καὶ τοῦτο ἐκαλεῖτο προσκεφάλαιον βασιλικόν. Καὶ πρὸς ποδῶν ἕτερον οἴκημα τρίκλινον, οὗ τάλαντα τρισχίλια ἔκειτο ἀργυρίου, καὶ προσηγορεύετο βασιλικὸν ὑποπόδιον. Ἦν δ' ἐν τῷ κοιτῶνι καὶ λιθοκόλλητος ἄμπελος χρυσῆ ὑπὲρ τῆς κλίνης.» Τὴν δ' ἄμπελον ταύτην ᾽Αμύντας φησὶν ἐν τοῖς Σταθμοῖς καὶ βότρυας ἔχειν ἐκ τῶν πολυτελεστάτων ψήφων συντεθειμένους. Οὐ μακράν τε ταύτης ἀνακεῖσθαι κρατῆρα χρυσοῦν (515) Θεοδώρου τοῦ Σαμίου ποίημα. Ἀγαθοκλῆς δ' ἐν τρίτῳ περὶ Κυζίκου ἐν Πέρσαις φησὶν εἷναι καὶ χρυσοῦν καλούμενον ὕδωρ, εἷναι δὲ τοῦτο λιβάδας ἑβδομήκοντα, καὶ μηδένα πίνειν ἀπ' αὐτοῦ ἢ μόνον βασιλέα καὶ τὸν πρεσβύτατον αὐτοῦ τῶν παίδων· τῶν δ' ἄλλων ἐάν τις πίῃ, θάνατος ἡ ζημία.

 

10. Ξενοφῶν δὲ, ἐν ὀγδόῳ Παιδείας «Ἐχρῶντο,» φησιν, «ἔτι τότε τῇ ἐκ Περσῶν παιδείᾳ καὶ τῇ Μήδων στολῇ καὶ ἁβρότητι. Νῦν δὲ τὴν μὲν ἐκ Περσῶν καρτερίαν περιορῶσιν ἀποσβεννυμένην, τὴν δὲ τῶν Μήδων μαλακίαν διασῴζονται. Σαφηνίσαι (515a) δὲ βούλομαι καὶ τὴν θρύψιν αὐτῶν. Ἐκείνοις γὰρ πρῶτον μὲν οὐκέτι τὰς εὐνὰς μόνον ἀρκεῖ μαλακῶς ὑποστόρνυσθαι, ἀλλ' ἤδη καὶ τῶν κλινῶν τοὺς πόδας ἐπὶ ταπίδων τιθέασιν, ὅπως μὴ ἀντερείδῃ τὸ δάπεδον, ἀλλ' ὑπείκωσιν αἱ τάπιδες. Καὶ μὴν τὰ πεττόμενα ἐπὶ τράπεζαν ὅσα τε πρότερον εὕρητο οὐδὲν αὐτῶν ἀφῄρηται ἄλλα τε καινὰ αἰεὶ ἐπιμηχανῶνται, καὶ ὄψα γε ὡσαύτως· καὶ γὰρ (515b) καινοποιητὰς ἀμφοτέρων τούτων κέκτηνται. ἀλλὰ καὶ ἐν τῷ χειμῶνι οὐ μόνον κεφαλὴν καὶ σῶμα καὶ πόδας αὐτοῖς ἀρκεῖ ἐσκεπάσθαι, ἀλλὰ καὶ περὶ ἄκραις ταῖς χερσὶν χειρίδας δασείας καὶ δακτυλήθρας ἔχουσιν. Ἒν γε μὴν τῷ θέρει οὐκ ἀρκοῦσιν αὐτοῖς οὔθ' αἱ τῶν δένδρων οὔθ' αἱ τῶν πετρῶν σκιαί, ἀλλ' ἐν ταύταις ἑτέρας σκιάδας ἄνθρωποι μηχανώμενοι αυτοῖς παρεστᾶσι.» Κἀν τοῖς ἑξῆς δέ φησι περὶ αὐτῶν οὑτωσί· «Νῦν δὲ στρώματα πλείω ἔχουσιν ἐπὶ τῶν ἵππων ἢ ἐπὶ τῶν εὐνῶν· οὐ γὰρ τῆς ἱππείας οὕτως ὡς τοῦ μαλακῶς καθῆσθαι (515d) ἐπιμέλονται. Καὶ τοὺς θυρωροὺς δὲ καὶ τοὺς σιτοποιοὺς καὶ τοὺς ὀψοποιοὺς καὶ οἰνοχόους καὶ παρατιθέντας καὶ ἀναιροῦντας καὶ κατακοιμίζοντας καὶ ἀνιστάντας καὶ τοὺς κοσμητὰς οἵ ὑποχρίουσί τε καὶ ἐντρίρουσιν αὐτοὺς καὶ τἄλλα ῥυθμίζουσιν...»

 

  [πάνω]

 

11. Λυδοὶ δὲ εἰς τοσοῦτον ἦλθον τρυφῆς ὡς καὶ πρῶτοι γυναῖκας εὐνουχίσαι, ὡς ἱστορεῖ Ξάνθος ὁ Λυδὸς ἢ ὁ τὰς εἰς αὐτὸν ἀναφερομένας ἱστορίας (515e) συγγεγραφώς - Διονύσιος δ' ὁ Σκυτορραχίων, ὡς ᾽Αρτέμων φησὶν ὁ Κασανδρεὺς ἐν τῷ περὶ Συναγωγῆς Βιρλίων, ἀγνοῶν ὅτι ῎Εφορος ὁ συγγραφεὺς μνημονεύει αὐτοῦ ὡς παλαιοτέρου ὄντος καὶ ῾Ηροδότῳ τὰς ἀφορμὰς δεδωκότος - ὁ δὲ οὖν Ξάνθος ἐν τῇ δευτέρᾳ τῶν Λυδιακῶν ᾽Αδραμύτην φησὶ τὸν Λυδῶν βασιλέα, πρῶτον γυναῖκας εὐνουχίσαντα χρῆσθαι αὐταῖς ἀντὶ ἀνδρῶν εὐνούχων. Κλεαρχος δ᾽ ἐν τῇ τετάρτῃ περὶ Βίων «Λυδοί» φησί «διὰ τρυφὴν παραδείσους κατασκευασάμενοι καὶ κηπαίους αὐτοὺς ποιήσαντες ἐσκιατροφοῦντο, τρυφερώτερον ἡγησάμενοι τὸ μηδ' ὅλως αὐτοῖς ἐπιπίπτειν τὰς (515f) τοῦ ἡλίου αὐγάς. Καὶ πόρρω προάγοντες ὕβρεως τὰς τῶν ἄλλων γυναῖκας καὶ παρθένους εἰς τὸν τόπον τὸν διὰ τὴν πρᾶξιν Ἁγνεῶνα κληθέντα συνάγοντες ὕβριζον. Καὶ τέλος τὰς ψυχὰς ἀποθηλυνθέντες ἠλλάξαντο τὸν τῶν γυναικῶν βίον, διόπερ καὶ γυναῖκα τύραννον ὁ βίος εὕρετο αὐτοῖς μίαν τῶν ὑβρισθεισῶν ᾽Ομφάλην· ἥτις πρώτη κατῆρξε τῆς εἰς Λυδοὺς πρεπούσης τιμωρίας· τὸ γὰρ ὑπὸ γυναικὸς ἄρχεσθαι ὑβριζομενους σημεῖόν (516) ἐστι βίας. Οὖσα οὖν καὶ αὐτὴ ἀκόλαστος καὶ ἀμυνομένη τὰς γενομένας αὐτῇ πρότερον ὕβρεις τοῖς ἐν τῇ πόλει δούλοις τὰς τῶν δεσποτῶν παρθένους ἐξέδωκεν ἐν ᾧ τόπῳ πρὸς ἐκείνων ὑβρίσθη· εἰς τοῦτον οὖν συναθροίσασα μετ' ἀνάγκης συγκατέκλινε τοῖς δούλοις τὰς δεσποίνας. Ὅθεν οἱ Λυδοὶ τὸ πικρὸν τῆς πράξεως ὑποκοριζόμενοι τὸν τόπον καλοῦσιν Γλυκὺν Ἀγκῶνα. Οὐ μόνον δὲ Λυδῶν γυναῖκες ἄφετοι οὖσαι τοῖς ἐντυχοῦσιν, ἀλλὰ καὶ Λοκρῶν τῶν ᾽Επιζεφυρίων, ἔτι δὲ τῶν περὶ Κύπρον καὶ πάντων ἁπλῶς τῶν ἑταιρισμῷ τὰς (516b) ἑαυτῶν κόρας ἀφοσιούντων, παλαιᾶς τινος ὕβρεως ἐοίκασιν εἷναι πρὸς ἀλήθειαν ὑπόμνημα καὶ τιμωρίας. Πρὸς ἣν εἷς τῶν Λυδῶν εὐγενὴς ἀνὴρ ὁρμήσας καὶ τῇ παρ' αὐτοῖς Μίδου βασιλείᾳ βαρυνθείς, τοῦ μὲν Μίδου ὑπ' ἀνανδρίας καὶ τρυφῆς ἐν' πορφύρᾳ κειμένου καὶ ταῖς γυναιξὶν ἐν τοῖς ἱστοῖς συνταλασιουργοῦντος, ᾽Ομφάλης δἐ πάντας τοὺς συγκατακλιθέντας αὑτῇ ξενοκτονούσης ἀμφοτέρους ἐκόλασε, τὸν μὲν ὑπὸ ἀπαιδευσίας κεκωφημένον τῶν ὤτων ἐξελκύσας, ὃς διὰ τὴν τοῦ (516e) φρονεῖν ἔνδειαν τοῦ πάντων ἀναισθητοτάτου ζῴου τὴν ἐπωνυμίαν ἔσχε· τὴν δὲ...

 

12. Πρῶτοι δὲ Λυδοὶ καὶ τὴν καρύκην ἐξεῦρον, περὶ ἧς τῆς σκευασίας οἱ τὰ ᾽Οψαρτυτικὰ συνθέντες εἰρήκασιν, Γλαῦκός τε ὁ Λοκρὸς καὶ Μίθαικος καὶ Διονύσιος ῾Ηρακλεῖδαί τε δύο γένος Συρακόσιοι καὶ Ἄγις καὶ ᾽Επαίνετος καὶ Διονύσιος ἔτι τε ῾Ηγησιππος καὶ ᾽Ερασίστρατος καὶ Εὐθύδημος καὶ Κρίτων, πρὸς τούτοις δὲ Στέφανος, ᾽Αρχύτας, ᾽Ακέστιος, ᾽Ακεσίας, Διοκλῇς, Φιλιστίων. Τοσούτους γὰρ οἷδα γράψαντας Ὀψαρτυτικά. Καὶ κάνδαυλον (516f) δέ τινα ἔλεγον οἱ Λυδοί, οὐχ ἕνα ἀλλὰ τρεῖς· οὕτως ἐξήσκηντο πρὸς τὰς ἡδυπαθείας. Γίνεσθαι δ᾽ αὐτόν φησιν ὁ Ταραντῖνος ῾Ηγήσιππος ἐξ ἑφθοῦ κρέως καὶ κνηστοῦ ἄρτου καὶ Φρυγίου τυροῦ ἀνήθου τε καὶ ζωμοῦ πίονος. Μνημονεύει δ' αὐτοῦ ῎Αλεξις ἐν Παννυχίδι ἢ ᾽Ερίθοις· μάγειρος δ' ἐστὶν ὁ προσδιαλεγόμενος·

Ὅτι δέ σοι παρὰ τοῦτο κάνδαυλόν τινα

παραθήσομεν, Β. Κάνδαυλον; Οὐκ ἐδήδοκα

κάνδαυλον οὐδ' ἀκήκο' οὐδεπώποτε.

Α. Θαυμαστὸν ἐμὸν εὕρημα· πάνυ πολὺν δ' ἐγὼ

(516e) ἐὰν παραθῶ σοι, προσκατέδει τοὺς δακτύλους

αὐτῷ γε χαίρων χόρια μὲν ποιῄσομεν -

Β. Ἄνθρωπε, ποίεί λευκὰ καὶ βλέπ' εἰς...

Α. Εἷτ' ἀντακαῖον ἰχθύων τάριχος ἢ

κρεῶν, βατανίων εὐθέως...

δίπυρον παραθήσω κᾠὸν ἐπιτετμημένον,

πυόν, μέλιτος ὀξύβαφον ἐπὶ ταγηνιῶν,

τυροῦ τροφάλια χλωρὰ Κυθνίου παρατεμών,

βοτρύδιόν τι, χόριον, ἐν ποτηρίῳ

γλυκύν τὸ τοιοῦτον, γὰρ ἀεί πως μέρος

(516f) ἐπιπαίζεται, κεφαλὴ δὲ δείπνου γίνεται,

Β. Ἄνθρωπ' ἐπίπαιζε· μόνον ἀπαλλάγηθί μου,

τοὺς σοὺς δὲ κανδαύλους λέγων καὶ χόρια καὶ

βατάνια. Πᾶσαν ἀφανιεῖς τὴν ἡδονήν.

Μνημονεύει τοῦ κανδαύλου καὶ Φιλήμων ἐν Παρεισιόντι οὕτως·

Τοὺς ἐν τῇ πόλει

μάρτυρας ἔχω γὰρ ὄτι μόνος φύσκην ποιῶ,

κάνδαυλον, ᾠόθριον ἐν στενῷ. Τί γὰρ

τούτων διάπτωμ' ἐγένετ' ἢ ἁμάρτημα τί;

(517) Καὶ Νικόστρατος ἐν Μαγείρῳ·

Ὃς μέλανα ποιεῖν ζωμὸν οὐκ ἠπίστατο,

θρῖον δὲ καὶ κάνδαυλον.

Καὶ Μένανδρος Τροφωνίῳ·

᾽Ιωνικὸς πλούταξ, ὑποστάσεις ποιῶν

κάνδαυλον, ὑποβινητιῶντα βρώματα.

Καὶ εἰς τοὺς πολέμους δὲ ἐξιόντες οἱ Λυδοὶ παρατάττονται μετὰ συρίγγων καὶ αὐλῶν, ὥς φησιν ῾Ηρόδοτος. Καὶ Λακεδαιμόνιοι δὲ μετ' αὐλῶν ἐξορμῶσιν ἐπὶ τοὺς πολέμους, καθάπερ Κρῆτες μετὰ λύρας.

 

 13. (517b) ῾Ηρακλείδης δ' ὁ Κυμαῖος ὁ τὰ Περσικὰ συγγράψας ἐν τοῖς ἐπιγραφομένοις, Παρασκευαστικοῖς εἰπὼν ὡς ὁ ἐν τῇ λιβανοφόρῳ χώρᾳ βασιλεὺς αὐτόνομός τε ἐστι καὶ οὐδενὸς ὑπήκοος, γράφει καὶ ταῦτα· «Οὗτος δ' ὑπερβάλλει τῇ τρυφῇ και ῥᾳθυμίᾳ. Διατρίβει τε γὰρ αἰεὶ ἐν τοῖς βασιλείοις ἐν τρυφῇ καὶ δαπάνῃ τὸν βίον διάγων καὶ πράττει οὐδὲ ἓν πρᾶγμα αὐτὸς οὐδὲ πολλοῖς πλησιάζει, (517c) ἀλλὰ δικαστὰς ἀποδεικνύει· καὶ ἐάν τις αὐτοὺς ἡγῆται μὴ δικαίως δεδικακέναι, ἔστι θυρὶς ἐν τῷ ὑψηλοτάτῳ τῶν βασιλείων καὶ αὕτη ἁλύσει δέδεται. Ὁ οὗν ἡγούμενος ἀδίκως δεδικάσθαι ἐπιλαμβάνεται τῆς ἁλύσεως καὶ ἕλκει τὴν θυρίδα, καὶ ὁ βασιλεὺς ἐπειδὰν αἴσθηται εἰσκαλεῖ καὶ αὐτὸς δικάζει. Καὶ ἐὰν φαίνωνται οἱ δικασταὶ ἀδίκως δικάσαντες, ἀποθνήσκουσιν ἐὰν δὲ δικαίως, ὁ κινήσας τὴν θυρίδα ἀπόλλυται. Τὰ δ' ἀναλώματα λέγεται τῆς ἡμέρας εἰς τὸν βασιλέα καὶ τὰς περὶ αὐτὸν γυναῖκας καὶ φίλους γίνεσθαι τάλαντα πεντεκαίδεκα Βαρυλῴνια.»

 

14. (517d) Παρα δὲ Τυρρῃνοῖς ἐκτόπως τρυφήσασιν ἱστορεῖ Τίιμαιος ἐν τῇ α' ὅτι αἱ θεράπαιναι, γυμναὶ τοῖς ἀνδράσι διακονοῦνται. Θεόπομπος δὲ ἐν τῇ τεσσαρακοσττῇ τρίτῃ τῶν Ίστοριων καὶ νόμον εἶναί φησιν παρὰ τοῖς Τυρρηνοῖς κοινὰς ὑπάρχειν τὰς γυναῖκας· ταύτας δ' ἐπιμελεῖσθαι σφόδρα τῶν σωμάτων καὶ γυμνάζεσθαι πολλάκις καὶ μετ' ἀνδρῶν, ἐνίοτε δὲ καὶ πρὸς ἑαυτάς· οὐ γὰρ αἰσχρὸν εἷναι αὐταῖς φαίνεσθαι γυμναῖς. Δειπνεῖν δὲ αὐτὰς οὐ παρὰ τοῖς ἀνδράσι τοῖς ἑαυτῶν, ἀλλὰ παρ' οἷς ἂν τύχωσι τῶν παρόντων, καὶ προπίνουσιν οἷς ἂν (517e) βουληθῶσιν. Εἷναι δὲ καὶ πιεῖν δεινὰς καὶ τὰς ὄψεις πάνυ καλάς. Τρέφειν δὲ τοὺς Τυρρηνοὺς πάντα τὰ γινόμενα παιδία οὐκ εἰδότας ὅτου πατρός ἐστιν ἕκαστον. Ζῶσι δὲ καὶ οὗτοι τὸν αὐτὸν τρόπον τοῖς θρεψαμένοις, πότους τὰ πολλὰ ποιούμενοι καὶ πλησιάζοντες ταῖς γυναιξὶν ἁπάσαις. Οὐδὲν δ' αἰσχρόν ἐστι Τυρρηνοῖς οὐ μόνον αὐτοὺς ἐν τῷ μέσῳ τι ποιοῦντας, ἀλλ' οὐδὲ πάσχοντας φαίνεσθαι· Ἐπιχώριον γὰρ καὶ τοῦτο παρ' αὐτοῖς ἐστι. Και τοσούτου δέουσιν αἰσχρὸν ὑπολαμβάνειν ὥστε καὶ λέγουσιν, ὅταν ὁ μὲν δεσπότης τῆς οἰκίας (517f) ἀφροδισιάζηται, ζητῇ δέ τις αὐτόν, ὅτι πάσχει τὸ καὶ τό, προσαγορεύσαντες αἰσχρῶς τὸ πρᾶγμα. Ἐπειδαν δὲ συνουσιάζωσι καθ' ἑταιρίας, ἢ κατὰ συγγενείας, ποιοῦσιν οὕτως· πρῶτον μὲν ὅταν παύσωνται πίνοντες καὶ μέλλωσι καθεύδειν, εἰσάγουσι παρ' αὐτοὺς οἱ διάκονοι τῶν λύχνων ἔτι καιομένων ὁτὲ μὲν ἑταίρας, ὁτὲ δὲ παῖδας πάνυ καλούς, ὁτὲ δὲ καὶ γυναῖκας· ὅταν δὲ τούτων ἀπολαύσωσιν, αὖθις νεανίσκους ἀκμάζοντας, οἳ πλησιάζουσιν αὐτοὶ ἐκείνοις, ἀφροδισιάζουσιν δὲ καὶ ποιοῦνται τὰς συνουσίας ὁτὲ μὲν ὁρῶντες ἀλλήλους, ὡς δὲ τὰ πολλὰ καλύβας περιβάλλοντες περὶ τὰς κλίνας, αἳ πεπλεγμέναι εἰσὶν ἐκ ῥάβδων, (518) ἐπιβέβληται δ' ἄνωθεν ἱμάτια. Καὶ πλησιάζουσι μὲν σφόδρα καὶ ταῖς γυναιξί, πολὺ μέντοι γε μᾶλλον χαίρουσι συνόντες τοῖς παισὶ καὶ τοῖς μειρακίοις. Καὶ γὰρ γίνονται παρ' αὐτοῖς πάνυ καλοὶ τὰς ὄψεις, ἅτε τρυφερῶς διαιτώμενοι καὶ λεαινόμενοι τὰ σώματα. Πάντες δὲ οἱ πρὸς ἑσπέραν οἰκοῦντες βάρβαροι πιττοῦνται καὶ ξυροῦνται τὰ σώματα· καὶ παρά γε τοῖς Τυρρηνοῖς ἐργαστήρια κατεσκεύασται πολλὰ καὶ τεχνῖται τούτου τοῦ πράγματός εἰσιν, ὥσπερ παρ' ἡμῖν οἱ κουρεῖς. (518b) Παρ' οὓς ὅταν εἰσέλθωσιν, παρέχουσιν ἑαυτοὺς πάντα τρόπον, οὐθὲν αἰσχυνόμενοι τοὺς ὁρῶντας οὐδὲ τοὺς παριόντας. Χρῶνται δὲ τούτῳ τῷ νόμῳ πολλοὶ καὶ τῶν ῾Ελλήνων τῶν τὴν ᾽Ιταλίαν οἰκούντων, μαθόντες παρὰ Σαυνιτῶν καὶ Μεσσαπίων. Ὑπὸ δὲ τῆς τρυφῆς οἱ Τυρρηνοί, ὡς ῎Αλκιμος ἱστορεῖ, πρὸς αὐλὸν καὶ μάττουσιν καὶ πυκτεύουσι καὶ μαστιγοῦσιν.

 

15. (518c) Διαβόητοι δ' εἰσὶν ἐπὶ τρυφῇ καὶ αἱ τῶν Σικελῶν τράπεζαι, οἵτινες καὶ τὴν παρ' αὐτοῖς θάλατταν λέγουσιν εἷναι γλυκεῖαν, χαίροντες τοῖς ἐξ αὐτῆς γινομένοις ἐδέσμασιν, ὥς φησι Κλέαρχος ἐν πέμπτῳ Βίων. Περὶ δὲ Συβαριτῶν τί δεῖ καὶ λέγειν; Παρ᾽ οἷς πρώτοις εἰσήχθησαν εἰς τὰ βαλανεῖα λουτροχόοι καὶ παραχύται πεπεδημένοι, τοῦ μὴ θᾶττον ἰέναι καὶ ὅπως μὴ σπεύδοντες κατακαίωσι τοὺς λουομένους. Πρῶτοι δὲ Συβαρῖται καὶ τὰς ποιούσας ψόφον τέχνας οὐκ ἐῶσιν ἐπιδημεῖν τῇ πόλει, οἷον (518d) χαλκέων καὶ τεκτόνων καὶ τῶν ὁμοίων, ὅπως αὐτοῖς πανταχόθεν ἀθόρυβοι ὦσιν οἱ ὕπνοι· οὐκ ἐξῆν δ' οὐδ' ἀλεκτρυόνα ἐν τῇ πόλει τρέφεσθαι.

Ἱστορεῖ δὲ περὶ αὐτῶν Τίμαιος ὅτι ἀνὴρ Συβαρίτης εἰς ἀγρόν ποτε πορευόμενος ἔφη ἰδὼν τοὺς ἐργάτας σκάπτοντας αὐτὸς ῥῆγμα λαβεῖν· πρὸς ὃν ἀποκρίνασθαί τινα τῶν ἀκουσάντων «Αὐτὸς δὲ σοῦ διηγουμένου ἀκούων πεπονεκέναι τὴν πλευράν.» Ἐν Κρότωνι δὲ σκάπτοντί τινι τὴν τῶν ἀθλούντων κόνιν ἐπιστάντες τινὲς Συβαριτῶν ἐθαύμαζον λέγοντες, εἰ τηλικαύτην ἔχοντες πόλιν οἰκέτας μὴ κέκτηνται τοὺς σκάψοντας ἑαυτοῖς τὴν παλαίστραν. (518e) Ἄλλος δὲ Συβαρίτης παραγενόμενος εἰς Λακεδαίμονα καὶ κληθεὶς εἰς φιδίτιον, ἐπὶ τῶν ξύλων κατακείμενος καὶ δειπνῶν μετ' αὐτῶν, πρότερον μὲν ἔφη καταπεπλῆχθαι τὴν τῶν Λακεδαιμονίων πυνθανόμενος ἀνδρείαν, νῦν δὲ θεασάμενος νομίζειν μηδὲν τῶν ἄλλων αὐτοὺς διαφέρειν. Καὶ γὰρ τὸν ἀνανδρότατον μᾶλλον ἂν ἑλέσθαι ἀποθανεῖν ἢ τοιοῦτον βίον ζῶντα καρτερεῖν.

 

  [πάνω]

 

16. ῎Εθος δὲ παρ' αὐτοῖς καὶ τοὺς παῖδας μέχρι τῆς τῶν ἐφήβων ἡλικίας ἁλουργίδας τε φορεῖν καὶ πλοκαμῖδας ἀναδεδεμένους χρυσοφορεῖν. Ἐπιχωριάζείν δὲ παρ' αὐτοῖς διὰ τὴν τρυφὴν ἀνθρωπάρια (518f) μικρὰ καὶ τοὺς σκωπαίους, ὥς φησιν ὁ Τίμαιος, τοὺς καλουμένους παρά τισι στίλπωνας καὶ κυνάρια Μελιταῖα, ἅπερ αὐτοῖς καὶ ἕπεσθαι εἰς τὰ γυμνάσια. Πρὸς οὓς καὶ τοὺς ὁμοίους τούτοις Μασσανάσσης ὁ τῶν Μαυρουσίων βασιλεὺς ἀπεκρίνατο, ὥς φησι Πτολεμαῖος ἐν ὀγδόῳ῾Υπομνημάτων, ζητοῦσιν συνωνεῖσθαι πιθήκους· «Παρ᾽ ὑμῖν, ὦ οὗτοι, αἱ γυναῖκες οὐ τίκτουσιν παιδία;» Παιδίοις γὰρ ἔχαιρεν ὁ Μασσανάσσης καὶ εἷχεν (519) παρ' αὑτῷ τρεφόμενα τῶν υἱῶν (πολλοὶ δὲ ἦσαν) τὰ τέκνα καὶ τῶν θυγατέρων ὁμοίως, καὶ πάντα ταῦτα αὐτὸς ἔτρεφεν μέχρι τριῶν ἐτῶν· μεθ' ἃ ἀπέπεμπε πρὸς τοὺς γεγεννηκότας, παραγινομένων ἄλλων. Τὰ δ' αὐτὰ ἔφη καὶ Εὔβουλος ὁ κωμικὸς ἐν Χάρισιν οὕτως·

Καὶ γὰρ πόσῳ κάλλιον, ἱκετεύω, τρέφειν

ἄνθρωπον ἔστ' ἄνθρωπον, ἂν ἔχῃ βίον,

ἢ χῆνα πλατυγίζοντα καὶ κεχηνότα

ἢ στρουθὸν ἢ πίθηκον, ἐπίβουλον κακόν.

(519b) Καὶ ᾽Αθηνόδωρος δὲ ἐν τῷ περὶ Σπουδῆς καὶ Παιδιᾶς ᾽Αρχύταν φησὶ τὸν Ταραντῖνον πολιτικον ἅμα και φιλόσοφον γενομενον πλείστους οἰκέτας ἔχοντα αἰεὶ τούτοις παρὰ τὴν δίαιταν ἀφιεμένοις εἰς τὸ συμπόσιον ἥδεσθαι. Ἀλλ' οἱ Συαρῖται ἔχαιρον τοῖς Μελιταίοις κυνιδίοις καὶ ἀνθρώποις οὐκ ἀνθρώποις.

 

17. ᾽Εφόρουν δ' οἱ Συβαρῖται καὶ ἱμάτια Μιλησίων ἐρίων πεποιημένα· ἀφ' ὧν δὴ καὶ αἱ φιλίαι ταῖς πόλεσιν ἐγένοντο, ὡς ὁ Τίμαιος ἱστορεῖ, ἠγάπων (519c) γὰρ τῶν μὲν ἐξ ᾽Ιταλίας Τυρρηνούς, τῶν δ' ἕωθεν τοὺς ῎Ιωνας ὅτι τρυφῇ προσεῖχον. Οί δ' ἱππεῖς τῶν Συαριτῶν ὑπὲρ τοὺς πεντακισχιλίους ὄντες ἐπόμπευον ἔχοντες κροκωτοὺς ἐπὶ τοῖς θώραξιν, καὶ τοῦ θέρους οἱ νεώτεροι αὐτῶν εἰς τὰ τῶν Νυμφῶν ἄντρα τῶν Λουσιάδων ἀποδημοῦντες διετέλουν μετὰ πάσης τρυφῆς. Οἱ δ' εὔποροι αὐτῶν ὁπότε εἰς ἀγρὸν παραβάλλοιεν καίπερ ἐπὶ ζευγῶν πορευόμενοι τὴν ἡμερησίαν πορείαν ἐν τρισὶν ἡμέραις διήνυον. Ἦσαν δέ τινες αὐτοῖς καὶ τῶν εἰς (519d) τοὺς ἀγροὺς φερουσῶν ὁδῶν κατάστεγοι. Τοῖς δὲ πλείστοις αὐτῶν ὑπάρχουσιν οἰνῶνες ἐγγὺς τῆς θαλάσσης, εἰς οὓς δι' ὀχετῶν τῶν οἴνων ἐκ τῶν ἀγρῶν ἀφειμένων τὸν μὲν ἔξω τῆς χώρας πιπράσκεσθαι, τὸν δὲ εἰς τὴν πόλιν τοῖς πλοίοις διακομίζεσθαι. Ποιοῦνται δὲ καὶ δημοσίᾳ πολλὰς καὶ πυκνὰς ἑστιάσεις καὶ τοὺς λαμπρῶς φιλοτιμηθέντας χρυσοῖς στεφάνοις τιμῶσι καὶ τούτους ἀνακηρύττουσιν ἐν ταῖς δημοσίαις θυσίαις καὶ τοῖς ἀγῶσιν, προσκηρύττοντες οὐκ εὔνοιαν, ἀλλὰ τὴν εἰς τὰ (519e) δεῖπνα χορηγίαν· ἐν οἷς στεφανοῦσθαι καὶ τῶν μαγείρων τοὺς ἄριστα τὰ παρατεθέντα διασκευάσαντας. Παρὰ Συβαρίταις δ' εὑρέθησαν καὶ πύελοι ἐν αἷς κατακείμενοι ἐπυριῶντο. Πρῶτοι δὲ καὶ ἀμίδας ἐξεῦρον, ἃς εἰσέφερον εἰς τὰ συμπόσια. Καταγελῶντες δὲ τῶν ἀποδημούντων ἐκ τῶν πατρίδων αὐτοὶ ἐσεμνύνοντο ἐπὶ τῷ γεγηρακέναι ἐπὶ ταῖς τῶν ποταμῶν γεφύραις.

 

18. Δοκεῖ δὲ μέγα τῆς εὐδαιμονιας αἴτιον εἷναι ὅτι ἐκ τῆς χωρας, ἀλιμένου τῆς θαλάσσης παρηκούσης (519f) καὶ τῶν καρπῶν σχεδὸν ἁπάντων ὑπὸ τῶν πολιτῶν καταναλισκομένων, ὅ τε, τῆς πόλεως τόπος καὶ ὁ παρὰ τοῦ θεοῦ χρησμὸς συμπαροξῦναι πάντας ἐκτρυφῆσαι καὶ ποιῆσαι ζῆσαι ὑπὲρ τὸ μέτρον ἐκλελυμένως. Ἡ δὲ πόλις αὐτῶν ἐν κοίλῳ κειμένη τοῦ μὲν θέρους ἕωθέν τε καὶ πρὸς ἑσπέραν ψῦχος ὑπερβάλλον ἔχει, τὸ δὲ μέσον τῆς ἡμέρας καῦμα ἀνύποιστον· ὥστε τοὺς πλείστους αὐτῶν ὑπειληφέναι (520) πρὸς ὑγίειαν διαφέρειν τοὺς πότους. Ὅθεν και ῥηθῆναι ὅτι τὸν βουλόμενον ἐν Συβάρει μὴ πρὸ μοίρας ἀποθανεῖν οὔτε δυόμενον οὔτε ἀνίσχοντα τὸν ἥλιον ὁρᾶν δεῖ. Ἔπεμψαν δέ ποτε καὶ εἰς θεοῦ τοὺς χρησομένους, ὧν ἦν εἷς ῎Αμυρις, πυνθανόμενοι μέχρι τίνος εὐδαιμονήσουσι. Καὶ ἡ Πυθία ἔφη·

Εὐδαίμων, Συβαρῖτα, πανευδαίμων σὺ μὲν αἰεὶ

ἐν θαλίῃσιν ἔση, τιμῶν γένος αἰὲν ἐόντων,

εὖτ' ἂν δὲ πρότερον θνητὸν θεοῦ ἄνδρα σεβίσσῃς,

(520b) τηνίκα σοι πόλεμός τε και ἔμφυλος στάσις ἥξει.

Τούτων ἀκούσαντες ἔδοξαν λέγειν αὐτοῖς τὸν θεὸν ὡς οὐδέποτε παύσοιντο τρυφῶντες· οὐδέποτε γὰρ τιμήσειν ἄνθρωπον μᾶλλον θεοῦ. Ἐγένετ' οὖν αὐτοῖς τῆς τύχης ἡ μεταρολὴ ἐπεί τις τῶν οἰκετῶν τινα μαστιγῶν τοῦτον καταφυγόντα εἰς τὰ ἱερὰ πάλιν ἐμαστίγου· ὡς δὲ τὸ τελευταῖον κατέδραμεν ἐπὶ τὰ τοῦ πατρὸς αὐτοῦ μνήματα, ἀφῆκεν αἰδεσθείς. (520c) Ἐξαναλώθησαν δὲ φιλοτιμούμενοι πρὸς ἑαυτοὺς τρυφαῖς, καὶ ἡ πόλις δὲ πρὸς ἁπάσας τὰς ἄλλας ἡμιλλᾶτο περὶ τρυφῆς. Εἱτα μετ' οὐ πολὺ γινομένων αὐτοῖς σημείων πολλῶν τῆς ἀπωλείας, περὶ ἧς οὐ κατεπείγει λέγειν, διεφθάρησαν.

 

19. Εἰς τηλικοῦτον δ' ἦσαν τρυφῆς ἐληλακότες ὡς καὶ παρὰ τὰς εὐωχίας τοὺς ἵππους ἐθίσαι πρὸς αὐλὸν ὀρχεῖσθαι. Τοῦτ' οὖν εἰδότες οἱ Κροτωνιᾶται ὅτε αὐτοῖς ἐπολέμουν, ὡς καὶ ᾽Αριστοτέλης ἱστορεῖ (520d) διὰ τῆς Πολιτείας αὐτῶν, ἐνέδοσαν τοῖς ἵπποις τὸ ὀρχηστικὸν μέλος· συμπαρῆσαν γὰρ αὐτοῖς καὶ αὐληταὶ ἐν στρατιωτικῇ σκευῇ· καὶ ἅμα αὐλούντων ἀκούοντες οἱ ἵπποι οὺ μόνον ἐξωρχήσαντο, ἀλλὰ καὶ τοὺς ἀναβάτας ἔχοντες ηὐτομόλησαν πρὸς τοὺς Κροτωνιάτας. Τὰ ὅμοια ἱστόρησε καὶ περὶ Καρδιανῶν ὁ Λαμψακηνὸς Χάρων ἐν δευτέρῳ ῞Ωρων γράφων οὕτως· «Βισάλται εἰς Καρδίην ἐστρατεύσαντο καὶ ἐνίκησαν. Ἡγεμὼν δὲ τῶν Βισαλτέων ᾖν ὁ Νάρις. Οὑτος δὲ παῖς ὢν ἐν τῇ Καρδίῃ (520e) ἐπράθη καί τινι Καρδιηνῷ δουλεύσας κορσωτεὺς ἐγένετο. Καρδιηνοῖς δὲ λόγιον ἦν ὡς Βισάλται ἀπίξονται ἐπ' αὐτούς, καὶ πυκνὰ, περὶ τούτου διελέγοντο ἐν τῷ κορσωτηρίῳ ἱζάνοντες. Και ἀποδρὰς ἐκ τῆς Καρδίης εἰς τὴν πατρίδα τοὺς Βισάλτας ἔστειλεν ἐπὶ τοὺς Καρδιηνοὺς ἀποδειχθεὶς ἡγεμὼν ὑπὸ τῶν Βισαλτέων, οἱ δὲ Καρδιηνοὶ πάντες τοὺς ἵππους ἐδίδαξαν ἐν τοῖς συμποσίοις ορχεῖσθαι ὑπὸ τῶν αὐλῶν, καὶ ἐπὶ τῶν ὀπισθίων ποδῶν ἱστάμενοι τοῖς προσθίοις ὥσπερ χειρονομέοντες ὠρχοῦντο ἐξεπιστάμενοι τὰ αὐλήματα. Ταῦτ' οὖν ἐπιστάμενος ὁ Νάρις ἐκτήσατο (520f) ἐκ τῆς Καρδίης αὐλητρίδα, καὶ ἀφικομένη ἡ αὐλητρὶς εἰς τοὺς Βισάλτας ἐδίδαξε πολλοὺς αὐλητάς· μεθ' ὧν δὴ καὶ στρατεύεναι ἐπὶ τὴν Καρδίην. Καὶ ἐπειδὴ ἡ μάχη συνειστήκει, ἐκέλευσεν αὐλεῖν τὰ αὐλήματα ὅσα οἱ ἵπποι τῶν Καρδιηνῶν ἐξεπισταίατο. Καὶ ἐπεὶ ἤκουσαν οἱ ἵπποι τοῦ αὐλοῦ, ἔστησαν ἐπὶ τῶν ὀπισθίων ποδῶν καὶ πρὸς ὀρχησμὸν ἐτράποντο· τῶν δὲ Καρδιηνῶν ἡ ἰσχὺς ἐν τῇ ἵππῳ ἦν, καὶ οὕτως ἐνικήθησαν.»

521 Συβαριτῶν δέ τις εἰς Κρότωνά ποτε διαπλεῦσαι βουληθεὶς ἐκ τῆς Συβάρεως ἰδιόστολον ἐναυλώσατο πλοῖον, ἐφ' ᾧ οὔτε ῥαντισθήσεται οὔτ' ἐμβήσεται ἕτερος καὶ ἐφ' ᾧ τὸν ἵππον ἀναλήψεται. Τοῦ δ᾽ οὕτως συμφωνήσαντος ἐνεβίβασέν τε τὸν ἵππον καὶ ὑποστορέσαι τῷ ζῴῳ ἐκέλευσεν. Ἔπειτα τινὸς τῶν προπεμπόντων ἐδεῖτο συμπλεῦσαι αὐτῷ, λέγων ὅτι προδιεστειλάμην τῷ πορθμεῖ ἵνα παρὰ τὴν γῆν πλέῃ. Ὁ δὲ ἀπεκρίνατο ὅτι μόλις ἄν σου ὑπήκουσα εἰ παρὰ τὴν θάλασσαν ἔμελλες πεζεύειν καὶ μὴ παρὰ τὴν γῆν πλεῖν.

 

20. (521b) Φύλαρχος δ' ἐν τῇ πέμπτῃ καὶ εἰκοστῇ τῶν ῾Ιστοριῶν εἰπὼν ὅτι παρὰ Συρακοσίοις νόμος ἦν τὰς γυναῖκας μὴ κοσμεῖσθαι χρυσῷ μηδ' ἀνθινὰ φορεῖν μηδ' ἐσθῆτας ἔχειν πορφυρᾶς ἐχούσας παρυφὰς έὰν μή τις αὐτῶν συγχωρῃ ἑταίρα εἶναι κοινή, καὶ ὅτι ἅλλὸς ἦν νόμος τὸν ἄνδρα μὴ καλλωπίζεσθαι μηδ' ἐσθῆτι περιέργῳ χρῆσθαι καὶ διαλλαττούσῃ, ἐὰν μὴ ὁμολογῇ μοιχεύειν ἢ κίναιδος εἶναι, καὶ τήν ἐλευθέραν μὴ ἐκπορεύεσθαι ἡλίου δεδυκότος, ἐὰν μὴ μοιχευθησομένην· ἐκωλύετο δὲ καὶ (521c) ἡμέρας ἐξιέναι ἄνευ τῶν γυναικονόμων ἀκολουθούσης αὐτῇ μιᾶς θεραπαινίδος. « Συβαρῖται,» φησίν, « ἐξοκειλαντες εἰς τρυφὴν ἔγραψαν νόμον τὰς γυναῖκας εἰς τὰς ἑορτὰς καλεῖν καὶ τοὺς εἰς τὰς θυσίας καλοῦντας πρὸ ἐνιαυτοῦ τὴν κλῆσιν ποιεῖσθαι, ἵνα ἀξίως ποιούμεναι τοῦ χρόνου τὴν παρασκευὴν τῶν τε ἱματίων καὶ τοῦ λοιποῦ κόσμου προάγωσιν οὕτως εἰς τὰς κλήσεις. Εἰ δέ τις τῶν ὀψοποιῶν ἢ μαγείρων ἴδιον εὕροι βρῶμα καὶ περιττόν, ἐξουσιαν μὴ εἶναι χρήσασθαι τούτῳ ἕτερον πρὸ ἐνιαυτοῦ ἀλλ' αὐτῷ τῷ εὑρόντι, τὸν χρονον τοῦτον ὅπως (521d) ὁ πρῶτος εὑρὼν καὶ τὴν ἐργασίαν ἔχῃ, πρὸς τὸ τοὺς ἄλλους φιλοπονοῦντας αὑτοὺς ὑπερβάλλεσθαι τοῖς τοιούτοις. Ὡσούτως δὲ μηδὲ τοὺς τὰς ἐγχέλεις πωλοῦντας τέλος ἀποτίνειν μηδὲ τοὺς θηρεύοντας, τὸν αὐτὸν τρόπον καὶ τοὺς τὴν πορφύραν τὴν θαλαττίαν βάπτοντας καὶ τοὺς εἰσάγοντας ἀτελεῖς ἐποίησαν.

 

  [πάνω]

 

21. «Πάνυ οὖν ἐξοκείλαντες εἰς ὕβριν, τὸ τελευταῖον παρὰ Κροτωνιατῶν λ' πρεσβευτῶν ἡκόντων ἅπαντας αὐτοὺς ἀπέκτειναν καὶ πρὸ τοῦ τείχους τὰ σώματα ἐξέρριψαν καὶ ὑπὸ θηρίων εἴασαν διαφθαρῆναι. Αὕτη δ' αὐτοῖς καὶ τῶν κακῶν ἐγένετο (521e) ἀρχὴ μηνίσαντος τοῦ δαιμονίου, ἔδοξαν γοῦν μετ᾽ ὀλίγας ἡμέρας πάντες αὐτῶν οἱ ἄρχοντες τὴν αὐτὴν ἰδεῖν ὄψιν ἐν τῇ αὐτῇ νυκτί· τὴν γὰρ ῞Ηραν ἰδόντες ἐλθοῦσαν εἰς μέσην τὴν ἀγορὰν καὶ ἐμοῦσαν χολήν· ἀνέβλυσεν δὲ καὶ αἵματος πηγὴ ἐν τῷ ἱερῷ αὐτῆς· καὶ οὐδὲ οὕτως ἔληξαν τῆς ὑπερηφανίας ἕως πάντες ὑπὸ Κροτωνιατῶν ἀπώλοντο.» ῾Ηρακλείδης δ' ὁ Ποντικὸς ἐν τῷ περὶ Δικαιοσύνης φησίν· «Συβαρῖται τὴν Τήλυος τυραννίδα καταλύσαντες τοὺς (521f) μετασχόντας τῶν πραγμάτων ἀναιροῦντες καὶ φονεύοντες ἐπὶ τῶν βωμῶν ἅπαντες... καὶ ἐπὶ τοῖς φόνοις τούτοις ἀπεστράφη μὲν τὸ τῆς ῞Ηρας ἄγαλμα, τὸ δὲ ἔδαφος ἀνῆκε πηγὴν αἵματος, ὥστε τον σύνεγγυς ἅπαντα τόπον κατεχάλκωσαν θυρίσι, ουλόμενοι στῆσαι τὴν τοῦ αἵματος ἀναφοράν. Διόπερ, ἀνάστατοι ἐγένοντο καὶ διεφθάρησαν (522) ἅπαντες, οἱ και τὸν τῶν Ὀλυμπίων τῶν πανυ ἀγῶνα ἀμαυρῶσαι ἐθελήσαντες, καθ' ὃν γὰρ ἄγεται καιρὸν ἐπιτηρήσαντες ἄθλων ὑπερβολῇ ὡς αὑτοὺς καλεῖν ἐπεχείρουν τοὺς ἀθλητάς.»

 

22. Καὶ Κροτωνιᾶται δ᾽, ὥς φησι Τίμαιος, μετὰ τὸ ἐξελεῖν Συραρίτας ἐξώκειλαν εἰς τρυφήν· ὥστε καὶ τὸν ἄρχοντα αὐτῶν περιιέναι κατὰ τὴν πόλιν ἁλουργίδα ἠμφιεσμένον καὶ ἐστεφανωμένον χρυσῷ στεφάνῳ, ὑποδεδεμένον λευκὰς κρηπῖδας. Οἱ δὲ οὐ (522b) διὰ τρυφήν φασι τοῦτο γεγονέναι, αλλὰ διὰ Δημοκήδη τον ἰατρόν· ὃς τὸ μὲν γένος ἦν Κροτωνιάτης, Πολυκράτει δὲ τῷ Σαμίων τυράννῳ συνὼν καὶ μετὰ τὸν ἐκείνου θάνατον αἰχμαλωτισθεὶς ὑπὸ Περσῶν ἀνήχθη ὡς βασιλέα, ᾽Οροίτου τὸν Πολυκράτη ἀποκτείναντος. Θεραπεύσας δ' ὁ Δημοκήδης ῎Ατοσσαν τὴν Δαρείου μὲν γυναῖκα, Κύρου δὲ θυγατέρα, τὸν μαστὸν ἀλνήσασαν, ᾔτησε ταύτην δωρεὰν καταπεμφθῆναι εἰς τὴν ῾Ελλάδα ὡς ἐπανελευσόμενος· καὶ τυχὼν ἧκεν εἰς Κρότωνα. Βουλομένου τε αὐτόθι καταμένειν, ἐπιλαβομένου τινὸς (522c) τῶν Περσῶν καὶ λέγοντος ὅτι βασιλέως εἴη δοῦλος, ἐκεῖνον μὲν ἀφείλαντο οἱ Κροτωνιᾶται, ἐκδύσαντες δὲ τὴν στολὴν τοῦ Πέρσου ἐνέδυσαν τὸν ὑπηρέτην τοῦ πρυτανεύοντος. Ἐξ οὗ δὴ Περσικὴν ἔχων στολὴν περιέρχεται ταῖς ἑβδόμαις τοὺς βωμοὺς μετὰ τοῦ πρυτάνεως· οὐ τρυφῆς χάριν οὐδὲ ὕβρεως, ἀλλ' ἐπηρείας τῆς εἰς τοὺς Πέρσας τοῦτο πράττοντες. Ὕστερον δὲ καὶ οἱ Κροτωνιᾶται, φησὶν ὁ Τίμαιος, ἐπεχείρησαν τὴν ᾽Ολυμπικὴν πανήγυριν καταλῦσαι, τῷ αὐτῷ χρόνῳ προθέντες (522d) ἀργυρικὸν σφόδρα πλούσιον ἀγῶνα. Οἱ δὲ Συβαρίτας τοῦτο ποιῆσαι λέγουσιν.

 

23. Ταραντίνους δέ φησι Κλέαρχος ἐν τετάρτῳ Βίων ἀλκὴν καὶ δύναμιν κτησαμένους εἰς τοσοῦτο τρυφῆς προελθεῖν ὥστε τὸν ὅλον χρῶτα παραλεαίνεσθαι καὶ τῆς ψιλώσεως ταύτης τοῖς λοιποῖς κατάρξαι. Ἐφόρουν δέ, φησίν, καὶ παρυφὴν διαφανῆ πάντες, οἷς νῦν ὁ τῶν γυναικῶν ἁβρύνεται βίος. Ὕστερον δ' ὑπὸ τῆς τρυφῆς εἰς ὕβριν ποδηγηθέντες ἀνάστατον μίαν πόλιν ᾽Ιαπύγων ἐποίησαν Κάρβιναν, (522e) ἐξ ἧς παῖδας καὶ παρθένους καὶ τὰς ἐν ἀκμῇ γυναῖκας ἀθροίσαντες είς τὰ τῶν Καρβινατῶν ἱερὰ καὶ σκηνοποιησάμενοι γυμνὰ πᾶσι τῆς ἡμέρας τὰ σώματα παρεῖχον θεωρεῖν καὶ ὁ βουλόμενος καθάπερ εἰς ἀτυχῆ παραπηδῶν ἀγέλην ἐθοινᾶτο ταῖς ἐπιθυμίαις τὴν τῶν ἀθροισθέντων ὥραν, πάντων μὲν ὁρώντων, μάλιστα δὲ ὧν ἥκιστα ἐκεῖνοι προσεδόκων θεῶν. Οὕτω δὲ τὸ δαιμόνιον ἠγανάκτησεν ὥστε Ταραντίνων τοὺς ἐν Καρβίνη (522f) παρανομήσαντας ἐκεραύνὠσεν πάντας. Καὶ μέχρι καὶ νῦν, ἐν Τάραντι ἑκάστη τῶν οἰκιῶν ὅσους ὑπεδέξατο τῶν εἰς ᾽Ιαπυγίαν ἐκπεμφθέντων τοσαύτας ἔχει στήλας πρὸ τῶν θυρῶν· ἐφ αἷς καθ' ὅν ἀπώλοντο χρόνον οὔτ' οἰκτίζονται τοὺς ἀποιχομένους οὔτε τὰς νομίμους χέονται χοάς, ἀλλὰ θύουσι Διὶ Καταιβάτῃ.

 

24. ᾽Ιαπύγων τε αὖ τὸ γένος ἐκ Κρήτης ὄντων κατὰ Γλαύκου ζήτησιν ἀφικομένων καὶ κατοικησάντων, (523) οἱ μετὰ τούτους λήθην λαβόντες τῆς Κρητῶν περὶ τὸν βίον εὐκοσμίας εἰς τοῦτο τρυφῆς, εἱθ' ὕστερον ὕβρεως ἦλθον ὥστε πρῶτοι τὸ πρόσωπον ἐντριψάμενοι καὶ προκόμια περίθετα λαβόντες στολὰς μὲν ἀνθινὰς φορῆσαι, τὸ δὲ ἐργάσασθαι καὶ πονεῖν αἴσχιον νομίσαι. Καὶ τοὺς μὲν πολλοὺς αὐτῶν καλλίονας τὰς οἰκίας ποιῆσαι τῶν ἱερῶν, τοὺς δ᾽ ἡγεμόνας τῶν ᾽Ιαπύγων ἐφυβρίζοντας τὸ θεῖον (523b) πορθεῖν ἐκ τῶν ἱερῶν τὰ τῶν θεῶν ἀγάλματα, προειπόντας μεθίστασθαι τοῖς κρείττοσιν. Διόπερ ἐξ οὐρανοῦ βαλλόμενοι πυρὶ καὶ χαλκῷ ταύτην

διέδοσαν τὴν φήμην. Ἐμφανῆ γὰρ ἦν μέχρι, πόρρω κεχαλκευμένα τῶν ἐξ οὐρανοῦ βελῶν· και πάντες οἱ ἀπ' ἐκείνων μέχρι τήμερον ἐν χρῷ κεκαρμένοι καὶ πένθιμον στολὴν ἀμπεχόμενοι ζῶσιν, πάντων τῶν πρὶν ὑπαρξάντων ἀγαθῶν σπανίζοντες. 

 

25. Ἴβηρες δὲ καίτοι ἐν τραγικαῖς στολαῖς καὶ ποικιλαις προιόντες και χιτῶσι ποδήρεσι χρώμενοι οὐδὲν ἐμποδίζονται τῆς πρὸς τοὺς πολέμους ῥώμης. (523c) Μασσαλιῶται δ' ἐθηλύνθησαν οἱ τὸν αὐτὸν ῎Ιβηρσι τῆς ἐσθῆτος φοροῦντες κόσμον. Ἀσχημονοῦσι γοῦν διὰ τὴν ἐν ταῖς ψυχαῖς μαλακίαν, διὰ τρυφὴν γυναικοπαθοῦντες· ὅθεν καὶ παροιμία παρῆλθε « Πλεύσειας εἰς Μασσαλίαν.»

Καὶ οἱ τὴν Σῖριν δὲ κατοικοῦντες, ἣν πρῶτοι κατέσχον οἱ ἀπὸ Τροίας ἐλθόντες, ὕστερον δὲ Κολοφώνιοι, ὥς φησι Τίμαιος καὶ ᾽Αριστοτέλης, εἰς (523d) τρυφὴν ἐξώκειλαν οὐχ ἦσσον Συβαριτῶν. Καὶ γὰρ ἰδίως παρ' αὐτοῖς ἐπεχωρίασεν φορεῖν ἀνθινοὺς χιτῶνας, οὓς ἐζώννυντο μίτραις πολυτελέσιν, καὶ ἐκαλοῦντο διὰ τοῦτο ὑπὸ τῶν περιοίκων μιτροχίτωνες, ἐπεὶ ῞Ομηρος τοὺς ἀζώστους ἀμιτροχίτωνας καλεῖ. Καὶ Ἀρχίλοχος δ' ὁ ποιητὴς ὑπερτεθαύμακε τὴν χώραν τῶν Σιριτῶν διὰ τὴν εὐδαιμονίαν. Περὶ γοῦν τῆς Θάσου λέγων ὡς ἥσσονός φησιν·

Οὐ γάρ τι καλὸς χῶρος οὐδ' ἐφίμερος

οὐδ' ἐρατός, οἷος ἀμφὶ Σίριος ῥοάς.

Ὠνομάσθη δ' ἡ Σῖρις, ὡς μὲν Τίμαιός φησιν καὶ Εὐριπιδς ἐν Δισμώτιδι Μελανίππῃ, ἀπὸ γυναικός (523e) τινος Σίριδος· ὡς δ' ᾽Αρχίλοχος, ἀπὸ ποταμοῦ. Οὐκ ὀλίγον δὲ πρὸς τὴν τρυφὴν καὶ τὴν εὐδαιμονίαν τοῦ σύμπαντος τούτου κλίματος καὶ τὸ πλῆθος ἐγένετο τῶν ἀνθρώπων. Διὸ καὶ Μεγάλη ῾Ελλὰς ἐκλήθη πᾶσα σχεδὸν ἡ κατὰ τὴν ᾽Ιταλίαν κατοίκησις.

 

  [πάνω]

 

26. Μιλήσιοι δ' ἕως μὲν οὐκ ἐτρύφων, ἐνίκων Σκύθας, ὥς φησιν Ἔφορος, καὶ τάς τε ἐφ' Ἑλλησπόντῳ πόλεις ἔκτισαν καὶ τὸν Εὔξεινον Πόντον κατῴκισαν πόλεσι λαμπραῖς καὶ πάντες ὑπο τὴν (523f) Μίλητον ἔθεον. Ὡς δὲ ὑπήχθησαν ἡδονῆ και τρυφῆ, κατερρύη τὸ τῆς πόλεως ἀνδρεῖον, φησὶν ὁ ᾽Αριστοτέλης, καὶ παροιμία τις ἐγεννήθη ἐπ' αὐτῶν «Πάλαι ποτ' ἦσαν ἄλκιμοι Μιλήσιοι.» ῾Ηρακλείδης δ' ὁ Ποντικὸς ἐν δευτέρῳ περὶ Δικαιοσύνης φησίν· «Ἡ Μιλησίων πόλις περιπέπτωκεν ἀτυχίαις διὰ τρυφὴν βίου καὶ πολιτικὰς ἔχθρας· οἳ τὸ ἐπιεικὲς οὐκ ἀγαπῶντες ἐκ ῥιζῶν ἀνεῖλον τοὺς ἐχθρούς. (524) Στασιαζοντων γὰρ τῶν τας οὐσίας ἐχόντων και τῶν δημοτῶν, οὓς ἐκεῖνοι Γέργιθας ἐκάλουν, πρῶτον μὲν κρατήσας ὁ δῆμος καὶ τοὺς πλουσίους ἐκβαλὼν καὶ τὰ τέκνα τῶν φυγόντων εἰς ἁλωνίας συναγαγών, βουσὶ συνηλοίησαν καὶ παρανομωτάτῳ θανάτῳ διέφθειραν. Τοιγάρτοι πάλιν οἱ πλούσιοι κρατήσαντες ἅπαντας ὧν κύριοι κατέστησαν μετὰ τῶν τέκνων κατεπίττωσαν. Ὧν καιομένων φασὶν ἄλλα τε πολλὰ γενέσθαι τέρατα καὶ ἐλαίαν ἱερὰν αὐτομάτην (524b) ἀναφθῆναι. Διόπερ ὁ θεὸς ἐπὶ πολὺν χρόνον ἀπήλαυνεν αὐτοὺς τοῦ μαντείου καὶ ἐπερωτώντων διὰ τίνα αἰτίαν ἀπελαύνονται εἶπεν·

Καί μοι Γεργίθων τε φόνος μέλει ἀπτολεμίστων

πισσήρων τε μόρος καὶ δένδρεον αἰεὶ ἀθαλλές.»

Κλέαρχος δὲ ἐν τετάρτῳ Βίων ζηλώσαντάς φησι τοὺς Μιλησίους τὴν Κολοφωνίων τρυφὴν διαδοῦναι καὶ τοῖς πλησιοχώροις, ἔπειτ' ὀνειδιζομένους λέγειν ἑαυτοῖς· «Οἴκοι τὰ Μιλήσια κἀπιχώρια καὶ μὴ ἐν (542c) τῷ μέσῳ.»

 

27. Καὶ περὶ Σκυθῶν δ' ἑξῆς ὁ Κλέαρχος τάδε ἱστορεῖ· « Μόνον δὲ νόμοις κοινοῖς πρῶτον ἔθνος ἐχρήσατο τὸ Σκυθῶν εἷτα πάλιν ἐγένοντο πάντων άθλιώτατοι βῤοτῶν διὰ τὴν ὕβριν. Ἐτρύφησαν μὲν γὰρ ὡς οὐδένες ἕτεροι, τῶν πάντων εὐροίάς καὶ πλούτου καὶ τῆς λοιπῆς αὐτοὺς χορηγίας κατασχούσης. Τοῦτο δὲ δῆλον ἐκ τῆς ἔτι καὶ νῦν ὑπολειπούσης περὶ τοὺς ἡγεμόνας αὐτῶν ἐσθῆτός τε (524d) καὶ διαίτης, τρυφήσαντες δὲ καὶ μάλιστα δὴ καὶ πρῶτοι πάντων τῶν ἀνθρώπων ἐπὶ τὸ τρυφᾶν ὁρμήσαντες εἰς τοῦτο προῆλθον ὕβρεως ὥστε πάντων τῶν ἀνθρώπων εἰς οὕς ἀφίκοιντο ἠκρωτηρίαζον τας ρῖνας ὧν οἱ ἀπογόνοι μεταστάντες ἔτι καὶ νῦν ἀπὸ τοῦ πάθους ἔχουσι τὴν ἐπωνυμίαν. Αἱ δὲ γυναῖκες αὐτῶν τὰς Θρᾳκῶν τῶν πρὸς ἑσπέραν καὶ ἄρκτον περιοίκων γυναῖκας ἐποίκιλλον τὰ σώματα, περόναις γράφην ἐνεῖσαι. Ὅθεν πολλοῖς ἔτεσιν ὕστερον αἱ ὑβρισθεῖσαι τῶν Θρᾳκῶν γυναῖκες (524e) ἰδίως ἐξηλείψαντο τὴν συμφορὰν προσαναγραψάμεναι τὰ λοιπὰ τοῦ χρωτός, ἵν' ὁ τῆς ὕβρεως καὶ τῆς αἰσχύνης ἐπ' αὐταῖς χαρακτὴρ εἰς ποικιλίαν καταριθμηθεὶς κόσμου προσηγορίᾳ τοὔνειδος ἐξαλείψη· πάντων δὲ οὕτως ὑπερηφάνως προέστησαν ὥστε οὐδένων ἄδακρυς ἡ τῆς δουλείας ὑπουργία γιγνομένη διήγγειλεν εἰς τοὺς ἐπιγινομένους τὴν ἀπὸ Σκυθίᾶν ῥῆσιν οἵα τις ἦν. Διὰ τὸ πλῆθος οὖν τῶν κατασχουσῶν αὐτοὺς συμφορῶν, ἐπεὶ διὰ τὸ (524f) πένθος ἅμα τόν τε τῶν βίων ὄλβον καὶ τὰς κόμας περιεσπάσθησαν, παντὸς ἔθνους οἱ ἔξω τὴν ἐφ' ὕβρει κουρὰν ἀπεσκυθίσθαι προσηγόρευσαν,»

 

28. Τοὺς δὲ σύμπαντας ῎Ιωνας ἐπισκώπτων Καλλίας ἤ Διοκλῆς ἐν Κύκλωψί φησιν·

Τί γὰρ ἡ τρυφερὰ καὶ καλλιτράπεζος ᾽Ιωνία εἴφ' ὅ τι πράσσει.

Καὶ ᾽Αβυδηνοὶ (Μιλησίων δ' εἰσὶν ἄποικοι) ἀνειμένοι τὴν δίαιτάν εἰσιν καὶ κατεαγότες, ὡς παρίστησιν ῞Ερμιππος ἐν Στρατιώταις·

Χαῖρ᾽, ὧ διαπόντιον

στράτευμα, τί πράττομεν;

Τὰ μὲν πρὸς ὄψιν μαλακῶς

ἔχειν ἀπὸ σώματος,

(525) κομῇ τε νεανικῇ,

σφριγει τε βραχιονων.

Β. ᾜσθου τὸν ᾽Αβυδόθ' ὡς

ἀνὴρ γεγένηται;

Καὶ ᾽Αριστοφάνης Τριφάλητι παρακωμῳδῶν πολλοὺς τῶν ᾽Ιώνων·

Ἔπειθ' ὅσοι παρῆσαν ἐπίσημοι ξένοι 

ἐπηκολούθουν κἠντιβόλουν προσκείμενοι·

ὅκως ἔχων τὁν παῖδα πωλήσει ᾽ς Χίον,

ἕτερος δ' ὅκως ἐς Κλαζομενάς, ἕτερος δ' ὅκως 

(525b) ἔς ῎Εφεσον, ὁ δ' ἐς ῎Αβυδον. Ἦν δὲ πάνθ᾽ « ὅκως.» 

Περι δε των Ἀβυδηνῶν Ἀντιφῶν ἐν τῷ κατὰ Ἀλκιβιάδου λοιδορίας γράφει οὕτως· «Ἐπειδὴ ἐδοκιμάσθης ὑπὸ τῶν ἐπιτρόπων, παραλαβὼν παρ᾽ αὐτῶν τὰ σαυτοῦ χρήματα ᾤχου ἀποπλέων εἰς Ἄβυδον, οὔτε χρέος ἴδιον σαυτοῦ πραξόμενος ουδὲν οὔτε προξενίας οὐδεμιᾶς ἕνεκεν, ἀλλὰ τῇ σαυτὸῦ παρανομίᾳ καὶ ἀκολασίᾳ τῆς γνώμης ὅμοίους ἔργων τρόπους μαθησόμενος παρὰ τῶν ἐν ᾽Αβύδῳ, γυναικῶν, ὅπως ἐν τῷ ἐπιλοίπῳ βίῳ ἔχοις χρῆσθαι αὐτοῖς.» (525c)

 

29. ᾽Απώλοντο δὲ καὶ Μάγνητες οἱ πρὸς τῷ Μαιάνδρῳ διὰ τὸ πλέον ἀνεθῆναι, ὥς φησι Καλλῖνος ἐν τοῖς ᾽Ελεγείοις καὶ ᾽Αρχίλοχος· ἑάλωσαν γὰρ ὑπὸ ᾽Εφεσίων. Καὶ περὶ αὐτῶν δὲ τῶν ᾽Εφεσίων Δημόκριτος ὁ Ἐφέσιος ἐν τῷ προτέρῳ περὶ τοῦ ἐν ᾽Εφέσῳ Ναοῦ διηγούμενος περὶ τῆς χλιδῆς αὐτῶν καὶ ὧν ἐφόρουν βαπτῶν ἱματίων γράφει καὶ τάδε· « Τὰ δὲ τῶν ᾽Ιώνων ἰοβαφῆ καὶ πορφυρᾶ καὶ κρόκινα ῥόμβοις ὑφαντά· αἱ δὲ κεφαλαὶ κατ᾽ ἴσα διειλημμέναι ζῴοις. (525d) Καὶ σαράπεις μήλινοι καὶ πορφυροῖ καὶ λευκοί, οἱ δὲ ἁλουργεῖς. Καὶ καλασίρεις Κορινθιουργεῖς· εἰσὶ δ' αἱ μὲν πορφυραῖ τουτων, αἱ δὲ ἰοβαφεῖς, αἱ δὲ ὑακίνθιναι· λάβοι δ᾽ ἄν τις καὶ φλογίνας καὶ θαλασσοειδεῖς· ὑπάρχουσιν δὲ καὶ Περσικαὶ καλασίρεις, αἵπερ εἰσὶ κάλλισται πασῶν. Ἴδοι δ' ἄν τις,» φησίν, «καὶ τὰς καλουμένας ἀκταίας, ὅπερ ἐστὶ καὶ πολυτελέστατον ἐν τοῖς Περσικοῖς περιβλήμασιν. Ἐστὶν δὲ τοῦτο σπαθητὸν ἰσχύος καὶ κουφότητος χάριν· καταπέπασταιι δὲ χρυσοῖς κέγχροις· οἱ δὲ κέγχροι

νήματι πορφυρῷ (525e) πάντες εἰς τὴν εἴσω μοῖραν ἅμματ᾽ ἔχουσιν ἀνὰ μέσον.» Τούτοις πᾶσι χρῆσθαί φησι τοὺς ᾽Εφεσίους ἐπιδόντας εἰς τρυφήν.

 

30. Περὶ δὲ τῆς Σαμίων τρυφῆς Δοῦρις ἱστορῶν παρατίθεται ᾽Ασίου ποιήματα, ὅτι ἐφόρουν χλιδῶνας περὶ τοῖς βραχίοσιν καὶ τὴν ἑορτὴν ἄγοντες τῶν ῾Ηραίων ἐβάδιζον κατεκτενισμένοι τὰς κόμας ἐπὶ τὸ μετάφρενον καὶ τοὺς ὤμους· τὸ δὲ νόμιμον τοῦτο μαρτυρεῖσθαι καὶ ὑπὸ παροιμίας τῆσδε  « βαδίζειν εἰς ῾Ηραῖον ἐμπεπλεγμένον.» Ἐστι δὲ τὰ τοῦ ᾽Ασίου ἔπη οὕτως ἔχοντα·

(525f) Οἱ δ' αὔτως φοίτεσκον ὅπως πλοκάμους κτενίσαιντο

εἰς ῞Ηρας τέμενος, πεπυκασμένοι εἵμασι καλοῖς, 

χιονέοισι χιτῶσι πέδον χθονὸς εὐρέος εἱχον·

χρύσειαι δὲ κορύμβαι ἐπ' αὐτῶν τέττιγες ὥς·  

χαῖται δ' ᾐωρεῦντ' ἀνέμῳ χρυσέοις ἐνὶ δεσμοῖς,

δαιδάλεοι δὲ χλιδῶνες ἄρ' ἀμφὶ βραχίοσιν ἧσαν,

... τες ὑπασπίδιον πολεμιστήν.

Ἡρακλείδης δ' ὁ Ποντικὸς ἐν τῷ περὶ ῾Ηδονῆς (526) Σαμίους φησὶ καθ' ὑπερβολὴν τρυφήσαντας διὰ τὴν πρὸς ἀλλήλους μικρολογίαν ὥσπερ Συραρίτας τὴν πόλιν ἀπολέσαι.

 

  [πάνω]

 

31. Κολοφώνιοι δ᾽, ὥς φησι Φύλαρχος, τὴν ἀρχὴν ὅντες σκληροὶ ἐν ταῖς ἀγωγαῖς, ἐπεὶ εἰς τρυφὴν ἐξώκειλαν πρὸς Λυδοὺς φιλίαν καὶ συμμαχίαν ποιησάμενοι, προῄεσαν διησκημένοι τὰς κόμας χρυσῷ κόσμῳ, ὡς καὶ Ξενοφάνης φησίν·

Ἀβροσύνας δὲ μαθόντες ἀνωφελέας παρὰ Λυδῶν

ὄφρα τυραννίης ἦσαν ἄνευ στυγερῆς,

(526b) ᾔεσαν εἰς ἀγορὴν παναλουργέα φάρε' ἔχοντες,

οὐ μείους ὥσπερ χίλιοι, εἰς ἐπίπαν,

αὐχαλέοι, χαίτησιν ἀγαλλόμεν' εὐπρεπέεσσιν

ἀσκητοῖσ' ὀδμὴν χρίμασι δευόμενοι.

Οὕτω δ' ἐξελύθησαν διὰ τὴν ἄκαιρον μέθην ὥστε τινὲς αὐτῶν οὔτε ἀνατέλλοντα τὸν ἥλιον οὔτε δυόμενον ἑωράκασιν. Νόμον τε ἔθεντο, ὃς ἔτι καὶ ἐφ' ἡμῶν ἦν, τὰς αὐλητρίδας καὶ τὰς ψαλτρίας καὶ πάντα τὰ τοιαῦτα (526c) τῶν ἀκροαμάτων τὰ μισθώματα λαμβ άνειν ἀπὸ πρωὶ μέχρι μέσου ἡμέρας καὶ μέχρι λύχνων ἁφῶν· ἀπὸ δὲ τούτου τὴν λοιπὴν νύκτα ἦσαν πρὸς τῷ μεθύειν. Θεόπομπος δ' ἐν πεντεκαιδεκάτῃ ῾Ιστοριῶν χιλίους φησὶν ἄνδρας αὐτῶν ἁλουργεῖς φοροῦντας στολὰς ἀστυπολεῖν· ὃ δὴ καὶ βασιλεῦσιν σπάνιον τότ' ἦν καὶ περισπούδαστον, ἰσοστάσιος γὰρ ἦν ἡ πορφύρα πρὸς ἄργυρον ἐξεταζομένη. Τοιγαροῦν διὰ τὴν τοιαύτην ἀγωγὴν ἐν τυραννίδι καὶ στάσεσι γενόμενοι αὐτῇ πατρίδι διεφθάρησαν. Ταὐτὰ εἴρηκεν περὶ αὐτῶν καὶ Διογένης ὁ Βαρυλώνιος ἐν τῷ πρώτῳ τῶν Νόμων. Κοινῶς δὲ περὶ πάντων ᾽Ιώνων τρυφῆς ᾽Αντιφάνης ἐν Δωδώνῃ τάδε λέγει·

πόθεν οἰκήτωρ, ἤ τις ᾽Ιώνων

τρυφεραμπεχόνων ἁβρὸς ἡδυπαθὴς

ὄχλος ὥρμηται;

Θεόφραστος δ' ἐν τῷ περὶ ῾Ηδονῆς καὶ δὴ καὶ τοὺς ῞Ιωνάς φησι διὰ τὴν ὑπερβολὴν τῆς τρυφῆς... ἔτι καὶ νῦν ἡ χρυσῆ παροιμία διαμεμένηκε.

 

32. Καὶ τῶν παρωκεανιτῶν δέ τινάς φησι Θεόπομπος ἐν ὀγδόῃ Φιλιππικῶν ἁβροδιαίτους γενέσθαι, περὶ δὲ Βυζαντίων καὶ Καλχηδονίων ὁ αὐτός φησι (526e) Θεόπομπος τάδε « Ἦσαν δὲ οἱ Βυζάντιοι καὶ δίὰ τὸ δημοκρατεῖσθαι πολὺν ἤδη χρόνον καὶ τὴν πόλιν ἐπ' ἐμπορίου κειμένην ἔχειν καὶ τὸν δῆμον ἅπαντα περὶ τὴν ἀγορὰν καὶ τὸν λιμένα διατρίβειν ἀκόλαστοι καὶ συνουσιάζειν καὶ πίνειν εἰθισμένοι ἐπὶ τῶν καπηλείων. Καλχηδόνιοι δὲ πρὶν μὲν μετασχεῖν αὐτοῖς τῆς πολιτείας ἅπαντες ἐν ἐπιτηδεύμασι καὶ βίῳ βελτίονι διετέλουν ὄντες, ἐπεὶ δὲ τῆς δημο κρατίας (526f) τῶν Βυζαντίωνι ἐγεύσαντο, διεφθάρησαν εἰς τρυφήν, καὶ τὸν καθ' ἡμέραν βίον ἐκ σωφρονεστάτων καὶ μετριωτάτων φιλοπόται καὶ πολυτελεῖς γενόμενοι,» Κἀν τῇ πρώτῃ δὲ πρὸς ταῖς εἴκοσι τῶν φιλιππικῶν τὸ τῶν ᾽Ομβρικῶν φησὶν ἔθνος (ἐστὶν δὲ περὶ τὸν ᾽Αδρίαν) ἐπιεικῶς εἷναι ἁβροδίαιτον,παραπλησίως τε βιοτεύειν τοῖς Λυδοῖς χώραν (527) τε εχειν αγαθην, ὅθεν προελθεῖν εἰς εὐδαιμονιαν.

 

33. Περὶ δὲ Θετταλῶν λέγων ἐν τῇ τετάρτῃ φησὶν ὅτι «Ζῶσιν οἱ μὲν σὺν ταῖς ὀρχηστρίσιν καὶ ταῖς αὐλητρίσιν διατρίβοντες, οἱ δ' ἐν κύβοις καὶ πότοις καὶ ταῖς τοιαύταις ἀκολασίαις διημερεύοντες, καὶ μᾶλλον σπουδάζουσιν ὅπως ὄψων παντοδαπῶν τὰς τραπέζας παραθήσονται πλήρεις ἢ τὸν αὑτῶν βίον ὅπως παρασχήσονται κεκοσμημένον. Φαρσάλιοι δὲ πάντων,» φησίν, «ἀνθρώπων εἰσὶν ἀργότατοι καὶ πολυτελέστατοι.» Ὡμολόγηνται δ' οἱ Θετταλοί, ὡς (527b) καὶ Κριτίας φησί, πάντων ῾Ελλήνων πολυτελέστατοι γεγενῆσθαι περί τε τὴν δίαιταν καὶ τὴν ἐσθῆτα ὅπερ αὐτοῖς αἴτιον ἐγένετο κατὰ τῆς ῞Ελλάδος ἐπαγαγεῖν τοὺς Πέρσας, ζηλώσαντας τὴν τούτων τρυφὴν καὶ πολυτέλειαν. Περὶ δὲ Αἰτωλῶν Πολύριος μὲν ἐν τρισκαιδεκάτῃ ῾Ιστοριῶν φησιν ὡς διὰ τὴν τῶν πολέμων συνέχειαν καὶ τὴν τῶν βίων πολυτέλειαν κατάχρεοι ἐγένοντο. ᾽Αγαθαρχίδης δ᾽ ἐν δωδεκάτῃ ῾Ιστοριῶν « Αἰτωλοί,» φησί, « τοσούτῳ (527c) τῶν λοιπῶν ἑτοιμότερον ἔχουσι πρὸς θάνατον ὅσῳπερ καὶ ζῆν πολυτελῶς ἐκτενέστερον ζητοῦσι τῶν ἄλλων.»

 

34. Διαβόητοι δ' εἰσὶ περὶ τρυφὴν Σικελιῶταί τε καὶ Συρακόσιοι, ὡς καὶ ᾽Αριστοφάνης φησὶν ἐν Δαιταλεῦσιν· 

Ἀλλ' οὐ γὰρ ἔμαθε ταῦτ' ἐμοῦ πέμποντος, ἀλλὰ μᾶλλον,

πινειν, ἔπειτ ᾄδειν κακῶς, Συρακοσίαν τράπεζαν

Συραρίτιδάς τ' εὐωχίας καὶ Χῖον ἐκ Λακαινᾶν...

Πλάτων δ' ἐν ταῖς ᾽Επιστολαῖς φησιν· «Ταύτην δὴ τὴν διάνοιαν ἔχων εἰς ᾽Ιταλίαν τε καὶ Σικελίαν (527d) ἦλθον ὅτε πρῶτον ἀφικόμην, ἐλθόντα δέ με ὁ ταύτῃ βίος οὐδαμῇ οὐδαμῶς ἤρεσεν, δίς τε τῆς ἡμέρας ἐμπιπλάμενον ζῆν καὶ μηδέποτε κοιμώμενον μόνον νύκτωρ καὶ ὅσα τούτῳ ἐπιτηδεύματα συνέπεται τῷ βίῳ. Ἐκ γὰρ τούτων τῶν ἐθῶν οὔτ᾽ ἂν φρόνιμος οὐδείς ποτε γενέσθαι τῶν ὑπὸ τὸν οὐρανὸν ἀνθρώπων ἐκ νέου ἐπιτηδεύων δύναιτο σωφρων δ' οὐδ' ἂν μελλήσαι ποτὲ γενέσθαι.» Κἀν τρίτῳ δὲ Πολιτείας γράφει οὕτως· « Συρακοσίαν δε, ὦ φιλε, τράπεζαν καὶ Σικελικὴν ποικιλίαν ὄψου, (527e) ὡς ἔοικας, οὐκ αἰνεῖς· ψέγεις δὲ καὶ Κορινθίαν κόρην φίλην εἷναι ἀνδράσιν μέλλουσιν εὖ σώματος ἔξειν καὶ  Ἀττικῶν πεμμάτων τὰς δοκούσας εἷναι εὐπαθείας,»

 

35. Ποσειδώνιος δ' ἑκκαιδεκάτῃ ῾Ιστοριῶν περὶ τῶν κατὰ τὴν Συρίαν πόλεων λέγων ὡς ἐτρύφων γράφει καὶ ταῦτα· « Τῶν γοῦν ἐν ταῖς πόλεσιν ἀνθρώπων διὰ τὴν εὐβοσίαν τῆς χώρας ἀπὸ τῆς περὶ τὰ ἀναγκαῖα κακοπαθείας συνόδους νεμόντων πλείονας, ἐν αἷς εὐωχοῦντο συνεχῶς, τοῖς μὲν γυμνασίοις ὡς (527f) βαλανείοις χρώμενοι, ἀλειφόμενοι ἐλαίῳ πολυτελεῖ καὶ μύροις, τοῖς δὲ γραμματείοις - οὕτως γὰρ ἐκάλουν τὰ κοινὰ τῶν συνδείπνων - ὡς οἰκητηρίοις ἐνδιαιτώμενοι, καὶ τὸ πλεῖον τῆς ἡμέρας γαστριζόμενοι ἐν αὐτοῖς οἴνοις καὶ βρώμασιν, ὥστε καὶ προσαποφέρειν πολλὰ καὶ καταυλουμένους πρὸς χελωνίδος πολυκρότου ψόφον, ὥστε τὰς πόλεις ὅλας τοιούτοις κελάδοις συνηχεῖσθαι.» ᾽Αγαθαρχίδης δ' ἐν τῇ τριακοστῃ πέμπτῃ τῶν Εὐρωπιακῶν (528) «Ἀρυκανδεῖς,» φησί, «Λυκίας ὅμοροι ὄντες Λιμυρεῦσι διὰ τὴν περὶ τὸν βίον ἀσωτίαν καὶ πολυτέλειαν κατάχρεοι γενόμενοι καὶ διὰ τὴν ἀργίαν καὶ φιληδονίαν ἀδυνατοῦντες ἀποδοῦναι τὰ δάνεια προσέκλιναν ταῖς Μιθριδάτου ἐλπίσιν, ἆθλον ἕξειν νομίσαντες χρεῶν ἀποκοπάς.» Ἐν δὲ τῇ λα' Ζακυνθίους φησὶν ἀπείρους εἷναι πολέμου διὰ τὸ ἐν εὐπορίᾳ καὶ πλούτῳ τρυφῶντας ἐθίζεσθαι.

 

  [πάνω]

 

36. Πολύβιος δ' ἐν τῇ ἑβδόμῃ Καπυησίους τοὺς ἐν (528b) Καμπανιᾳ διὰ τὴν ἀρετην τῆς γῆς πλοῦτον περιβαλομένους ἐξοκεῖλαι εἰς τρυφὴν καὶ πολυτέλειαν, ὑπερβαλλομένους τὴν περὶ Κρότωνα καὶ Σύραριν παραδεδομένην φήμην. « Οὐ δυνάμενοι οὖν,» φησίν, φέρειν τὴν παροῦσαν εὐδαιμονίαν ἐκάλουν τὸν ᾽Αννίβαν· διόπερ ὑπὸ ῾Ρωμαίων ἀνήκεσταβ ἔπαθον, Πετηλῖνοι δὲ τηρήσαντες τὴν πρὸς ῾Ρωμαίους πίστιν εἰς τοσοῦτον καρτερίας ἦλθον πολιορκού μενοι  (528c) ὑπ' ᾽Αννίρα ὥστε μετὰ τὸ πάντα μὲν τὰ κατὰ τὴν πόλιν δέρματα καταφαγεῖν, ἁπάντων δὲ τῶν κατὰ τὴν πόλιν δένδρων τοὺς φλοιοὺς καὶ τοὺς ἁπαλοὺς πτόρθους ἀναλῶσαι ἕνδεκα μῆνας ὑπομείναντες τὴν πολιορκίαν οὐδενὸς βοηθοῦντος οὐδὲ συνευδοκοῦντος ῾Ρωμαίων παρέδοσαν ἑαυτούς.»

 

37. Τοὺς δὲ Κουρῆτας Φύλαρχος διὰ τῆς ια' τῶν ῾Ιστοριῶν Αἰσχύλον ἱστορεῖν διὰ τὴν τρυφὴν τυχεῖν τῆς προσηγορίας 

Χλιδῶν τε πλόκαμος ὥστε παρθένοις ἁβραῖς,

ὅθεν καλεῖν Κουρῆτα λαὸν ᾔνεσαν,

(528d) ᾽Αγάθων δ' ἐν τῷ Θυέστῃ τοὺς τὴν Πρώνακτος θυγατέρα μνηστεύοντας τοῖς τε λοιποῖς πᾶσιν ἐξησκημένους ἐλθεῖν καὶ κομῶντας τὰς κεφαλάς, ἐπεὶ δ' ἀπέτυχον τοῦ γάμου,

Κόμας ἐκειράμεσθα (φησὶν) μάρτυρας τρυφῆς,

ἦ που ποθεινὸν χρῆμα παιζούση φρενί,

ἐπώνυμον γοῦν εὐθὺς ἔσχομεν κλέος

Κουρῆτες εἷναι, κουρίμου χάριν τριχός.

Καὶ Κυμαῖοι δὲ οί ἐν ᾽Ιταλίᾳ ὥς φησιν ῾Υπέροχος ἢ ὁ ποιήσας τὰ εἰς αὐτὸν ἀναφερόμενα Κυμαϊκά, (528e) διετέλεσαν χρυσοφοροῦντες καὶ ἀνθιναῖς ἐσθῆσι χρώμενοι και μετὰ γυναικῶν εἰς τοὺς ἀγροὺς ἐξιόντες ἐπὶ ζευγῶν ὀχούμενοι.

 

38. Περὶ μὲν οὖν ἐθνῶν καὶ πόλεων τρυφῆς τοσαῦτα μνημονεύω. Περὶ δὲ τῶν κατ' ἄνδρα τάδ' ἤκουσα. Κτησίας ἐν τρίτῃ Περσικῶν καὶ πάντας μέν φησι τοὺς βασιλεύσαντας τῆς ᾽Ασίας περὶ τρυφὴν σπουδάσαι, μάλιστα δὲ Νινύαν τὸν Νίνου καὶ Σεμιράμιδος (528f) υἱόν. Καὶ οὗτος οὖν ἔνδον μένων καὶ τρυφῶν ὑπ' οὐδενὸς ἑωρᾶτο εἰ μὴ ὑπὸ τῶν εὐνούχων καὶ τῶν ἰδίων γυναικῶν, τοιοῦτος δ' ἦν καὶ Σαρδανάπαλλος, ὃν οἱ μὲν ᾽Ανακυνδαράξεω λέγουσιν υἱόν, οἱ δὲ ᾽Αναβαραξάρου. Ὅτε δὴ οὖν ᾽Αρβάκης, εἱς τῶν ὑπ' αὐτὸν στρατηγῶν Μῆδος γένος, διεπράξατο διά τινος τῶν εὐνούχων Σπαραμείζου θεάσασθαι Σαρδανάπαλλον καὶ μόλις αὐτῷ ἐπετράπη ἐκείνου ἐθελήσαντος, ὡς εἰσελθὼν εἷδεν αὐτὸν ὁ Μῆδος ἐψιμυθιωμένον καὶ κεκοσμημένον γυναικιστὶ, καὶ, μετὰ τῶν παλλακίδων ξαίνοντα (529) πορφύραν ἀναβάδην τε μετ' αὐτῶν καθήμενον, τὰς ὀφροῦς μεμελασμένον, γυναίκειαν δὲ στολὴν ἔχοντα καὶ κατεξυρημένον τὸν πώγωνα καὶ κατακεκιοηρισμένον (ἧν δὲ καὶ γάλακτος λευκότερος καὶ ὑπεγεγραπτο τοὺς οφθαλμούς) ἐπεὶ δὲ καὶ προσεῖδεν τὸν ᾽Αρράκην τὰ λευκὰ ἐπαναραλὼν τοῖν ὀφθαλμοῖν. Οἱ μὲν πολλοί, ὧν ἐστι καὶ Δοῦρις, ἱστοροῦσιν ὑπὸ τούτου ἀγανακτήσαντος εἰ τοιοῦτος αὐτῶν βασιλεύει συγκεντηθέντα ἀποθανεῖν. (529b) Κτησίας δὲ λέγει εἰς πόλεμον αὐτὸν κατασνῆναι καὶ ἀθροίσαντα πολλὴν στρατιὰν καὶ καταλυθέντα ὑπὸ τοῦ ᾽Αρράκου τελευτῆσαι ἑαυτὸν ἐμπρήσαντα ἐν τοῖς βασιλείοις, πυρὰν νήσαντα ὕψος τεσσάρων πλέθρων ἐφ' ἧς ἐπέθηκεν χρυσᾶς κλίνας ἑκατὸν καὶ πεντήκοντα καὶ ἴσας τραπεζάς καὶ ταύτας χρυσᾶς, ἐποίησε δὲ ἐν τῇ πυρᾷ καὶ οἴκημα ἑκατόμπεδον ἐκ ξύλων κἀνταῦθα κλίνας ὑπεστόρεσε καὶ κατεκνλίθη αὐτός τε μετὰ καὶ τῆς γυναικὸς καὶ αἱ ποιλλακίδες ἐν ταῖς ἄλλαις κλίναις, τοὺς γὰρ τρεῖς υἱοὺς καὶ δύο θυγατέρας ὁρῶν τὰ πράγματα κακούμενα προπεπόμφει εἰς Νίνον πρὸς τὸν ἐκεῖ βασιλέα, (529c) δοὺς αὐτοῖς τρισχίλια χρυσίου τάλαντα· ἐπεστέγασεν δὲ τὸ οἴκημα δοκοῖς μεγάλαις τε καὶ παχείαις, ἔπειτα ἐν κύκλῳ περιέθηκε πολλὰ ξύλα καὶ παχέα, ὥστε μὴ εἶναι ἔξοδον. Ἐνταῦθα ἐπέθηκεν μὲν χρυσίου μυριάδας χιλίας, ἀργυρίου δὲ μυρίας μυριάδας ταλάντων καὶ ἱμάτια καὶ πορφύρας καὶ στολὰς παντοδαπάς. Ἔπειτα ὑφάψαι ἐκέλευσε τὴν πυράν, καὶ ἐκαίετο πεντεκαίδεκα ἡμέρας. Οἱ δὲ ἐθαύμαζον ὁρῶντες τὸν καπνὸν καὶ ἐδόκουν αὐτὸν (529d) θυσίας ἐπιτελεῖν ταῦτα δὲ μόνοι ᾔδεσαν οἱ εὐνοῦχοι. Ὁ μὲν οὗν Σαρδανάπαλλος ἐκτόπως ἡδυπαθήσας ὡς ἐνῆν γενναίως ἐτελεύτησεν.

 

39. Κλέαρχος δὲ περὶ τοῦ Περσῶν βασιλέως διηγούμενος ὅτι «Τοῖς αὐτῷ πορίσασιν ἡδύ τι βρῶμα ἆθλα ἐτίθει... νοῦν ἔχων· τοῦτο γάρ ἐστιν ὁ λεγόμενος, οἷμαι, Διὸς ἅμα καὶ βασιλέως ἐγκέ φαλος· ὅθεν ὁ πάντων εὐδαιμονέστατος Σαρδανά παλλος, ὁ παρ' ὅλον τὸν βίον τιμήσας τὰς ἀπολαύσεις, καὶ τελευτήσας δείκνυσιν ἐν τῷ τοῦ μνήματος τύπῳ τοῖς δακτύλοις ἀποκροτοῦντι οἵου καταγέλωτός ἐστιν ἄξια τὰ τῶν ἀνθρώπων πράγ ματα (529e), οὐκ ἄξια ὄντα ψόφου δακτύλων ὃν πεποίηται ποιούμενος δὶς ἐν χορῷ... ἡ περὶ τὰ λοιπὰ σπουδή. Φαίνεται γοῦν οὐκ ἄπρακτος γενόμενος Σαρδανάπαλλος· καὶ γὰρ ἐπιγέγραπται αὐτοῦ τῷ μνήματι· "Σαρδανάπαλλος ᾽Ανακυνδαράξεω ᾽Αγχιάλην ἔδειμε καὶ Ταρσὸν μιῇ ἡμέρῃ, ἀλλὰ νῦν τέθνηκεν."» ᾽Αμύντας δὲ ἐν τρίτῳ Σταθμῶν ἐν τῇ Νίνῳ φησὶν εἶναι χῶμα ὑψηλόν, ὅπερ κατασπάσαι Κῦρον ἐν τῇ πολιορκίᾳ ἀντιχωννύντα τῇ πόλει (529f) λέγεσθαι δὲ τὸ χῶμα τοῦτ' εἷναι Σαρδαναπάλλου τοῦ βασιλεύσαντος Νίνου, ἐφ' οὗ καὶ ἐπιγεγράφθαι ἐν στήλῃ λιθίνῃ Χαλδαϊκοῖς γράμμασιν ὃ μετενεγκεῖν Χοιρίλον ἔμμετρον ποιήσαντα. Εἷναι δὲ τοῦτο « Ἐγὼ δὲ ἐβασίλευσα καὶ ἄχρι ἑώρων τοῦ ἡλίου φῶς, ἔπιον, ἔφαγον, ἠφροδισίασα, εἰδὼς (530) τόν τε χρόνον ὄντα βραχὺν ὃν ζῶσιν οἱ ἄνθρωποι καὶ τοῦτον πολλὰς ἔχοντα μεταβολὰς καὶ κακοπαθείας, καὶ ὧν ἂν καταλίπω ἀγαθῶν ἄλλοι ἕξουσι τὰς ἀπολαύσεις. Διὸ κἀγὼ ἡμέραν οὐδεμίαν παρέλιπον τοῦτο ποιῶν.» Κλείταρχος δ' ἐν τῇ τετάρτῃ τῶν περὶ ᾽Αλέξανδρον γήρᾳ τελευτῆσαί φησιν Σαρδανάπαλλον μετὰ τὴν ἀπόπτωσιν τῆς Σύρων ἀρχῆς. (530b) ᾽Αριστόρουλος δ' «Ἐν ᾽Αγχιάλῃ, ἣν ἐδείματο,» φησί, «Σαρδανάπαλλος, ᾽Αλέξανδρος ἀναβαίνων εἰς Πέρσας κατεστρατοπεδεύσατο. Καὶ ἦν οὐ πόρρω τὸ τοῦ Σαρδαναπάλλου μνημεῖον, ἐφ' οὗ ἑστάναι τύπον λίθινον συμβεβληκότα τῆς δεξιᾶς χειρὸς τοὺς δακτύλους, ὡς ἂν ἀποκροτοῦντα. Ἐπιγεγράφθαι δ' αὐτῷ ᾽Ασσυρίοις γράμμασι· "Σαρδανάπαλλος ᾽Ανακυνδαράξεω παῖς ᾽Αγχιάλην καὶ Ταρσὸν (530c) ἔδειμεν ἡμέρῃ μιῇ. Ἔσθιε, πῖνε, παῖζε· ὡς τἄλλα τούτου οὐκ ἅξια," τοῦ ἀποκροτήματος ἔοικε λέγειν,»

 

40. Οὐ μόνος δὲ ὁ Σαρδανάπαλλος διετέθρυπτο, ἀλλὰ καὶ ᾽Ανδρόκοττος ὁ Φρύξ. Καὶ γὰρ οὖτος ἐν ἐδέδυτοι ἀνθινὴν ἐσθῆτα καὶ γυναικὸς εὐπρεπέστερον ἐκοσμεῖτο, ὡς Μνασέας φησὶν ἐν τρίτῳ Εὐρώπης.

Κλέαρχος δ' ἐν πέμπτῳ Βίων Σάγαρίν φησι τὸν Μαριανδυνὸν ὑπὸ τρυφῆς σιτεῖσθαι μὲν μέχρι γήρως ἐκ τοῦ τῆς τίτθης στόματος, ἵνα μὴ μασώμενος πονέσειεν, οὐ πώποτε δὲ τὴν χεῖρα κατωτέρω (530d) τοῦ ὀμφαλοῦ προενέγκασθαι. Διὸ καὶ ᾽Αριστοτέλης Ξενοκράτην τὸν Χαλκηδόνιονι σκώπτων ὅτι οὐρῶν οὐ προσῆγε τὴν χεῖρα τῷ αἰδοίῳ ἕλεγεν·

Χεῖρες μὲν ἁγναί, φρὴν δ' ἔχει μίασμά τι.

Κτησίας δὲ ἱστορεῖ ῎Ανναρον τὸν βασιλέως ὕπαρχον καὶ τῆς Βαβυλωνίας δυναστεύσαντα στολῇ χρῆσθαι γυναικείᾳ καὶ κόσμῳ, καὶ ὅτι βασιλέως δούλῳ ὄντι αὐτῷ εἰς τὸ δεῖπνον εἰσῄεσαν πεντήκοντα καὶ ἑκατὸν ψάλλουσαι καὶ ᾄδουσαι γυναῖκες· ἕψαλλον δὲ αὖται καὶ ᾖδον ἐκείνου δειπνοῦντος. (530e) Φοῖνιξ δ' ὁ Κολοφώνιος ποιητὴς περὶ Νίνου λέγων ἐν τῷ πρώτῳ τῶν ᾽Ιάμβων φησίν·

Ἀνὴρ Νίνος τις ἐγένετ᾽, ὡς ἐγὼ κλύω,

᾽Ασσύριος· ὅστις εἶχε χρυσίου πόντον,

τάλαντα πολλῷ πλέονα Κασπίης ψάμμου·

ὃς οὐκ ἴδ᾽ ἀστέρ' οὐδ' ἰδὼν ἐδίζητο,

οὐ παρ' μάγοισι πῦρ ἱερὸν ἀνέστησεν,

ὥσπερ νόμος, ῥάβδοισι τοῦ θεοῦ ψαύων·

οὐ μυθιήτης, οὐ δικασπόλος κεῖνος,

οὐ λεωλογεῖν ἐμάνθαν', οὐκ ἀμιθρῆσαι,

(530f) ἀλλ' ἦν ἄριστος ἐσθίειν τε καὶ πίνειν

κἠρᾶν, τὰ δ' ἄλλα πάντα κατὰ πετρῶν ὤθει.

Ὡς δ' ἀπέθαν ὡνήρ, πᾶσι κατέλιπε ῥῆσιν

ὅκου Νίνος νῦν ἐστι καὶ τὸ σῆμ' ᾄδει·

ἄκουσον, εἴτ' ᾽Ασσύριος εἴτε καὶ Μῆδος

εἱς ἢ Κόραξος ἢ ἀπὸ τῶν ἄνω λιμνῶν

Σινδὸς κομήτης· οὐ γὰρ ἀλλὰ κηρύσσω·

ἐγὼ Νίνος πάλαι ποτ' ἐγενόμην πνεῦμα,

νῦν δ' οὐκ ἔτ' οὐδέν, ἀλλὰ γῆ πεποίημαι.

Ἔχω δ' ὁκόσον ἔδαισα χὠκόσ'  ἤεισα

χὠκοσσ' ἐράσθην........

τὰ δ' ὄλβι' ἡμέων, δήιοι, συνελθόντες

(531) φέρουσιν, ὥσπερ ὠμὸν ἔριφον αἱ Βάκχαι.

Ἐγὼ δ' ἐς Ἅιδην οὔτε χρυσὸν οὔθ' ἵππον

οὔτ' ἀργυρῆν ἅμαξαν ᾠχόμην ἕλκων·

σποδὸς δἐ πολλὴ χὠ μιτρηφόρος κεῖμαι.

 

  [πάνω]

 

41. Θεόπομπος δ' ἐν πεντεκαιδεκάτῃ Φιλιππικῶν ῾Ιστοριῶν Στράτωνά φησι τὸν Σιδώνιον βασιλέα ὑπεβαλεῖν ἡδυπαθειᾳ καὶ τρυφῇ πάντας ἀνθρώπους. Οἳα γὰρ τοὺς Φαίακας Ὅμηρος ποιεῖν μεμυθολόγηκεν ἑορτάζοντας καὶ πίνοντας καὶ κιθαρῳδῶν (531b) καὶ ῥαψῳδῶν ἀκροωμένους, τοιαῦτα καὶ ὁ Στράτων διετέλει ποιῶν πολὺν χρόνον. Καὶ τοσούτῳ μᾶλλον ἐκείνων παρεκεκινήκειι πρὸς τὰς ἡδονὰς ὅσον οἱ μὲν Φαίακες, ὥς φησιν ῞Ομηρος, μετὰ τῶν οἰκείων γυναικῶν καὶ θυγατέρων ἐποιοῦντο τοὺς πότους, ὁ δὲ Στράτων μετ' αὐλητρίδων καὶ ψαλτριῶν καὶ κιθαριστριῶν κατεσκευάζετοι τὰς συνουσίας καὶ μετεπέμπετο πολλὰς μὲν ἑταίρας ἐκ Πελοποννήσου, πολλὰς δὲ μουσουργοὺς ἐξ ᾽Ιωνίας, ἑτέρας δὲ παιδίσκας ἐξ ἁπάσης τῆς ῾Ελλάδος, τὰς μὲν ᾠδικάς, (531c) τὰς δὲ ὀρχηστρικάς, ὧν εἴθιστο μετὰ τῶν φίλων ἀγῶνας τιθέναι καὶ μεθ' ὧν συνουσιάζων διέτριβεν, χαίρων μὲν καὶ αὐτὸς τῷ βίῳ τῷ τοιούτῳ, δοῦλος ὢν φύσει τῶν ἡδονῶν, ἔτι δὲ μᾶλλον πρὸς τὸν Νικοκλέα φιλοτιμούμενος. Ἐτύγχανον γὰρ ὑπερφιλοτίμως ἔχοντες πρὸς ἀλλήλους καὶ σπουδάζων ἑκάτερος αὐτὸς ἥδιον καὶ ῥᾳθυμότερον ποιεῖσθαι τὸν βίον· οἵ γε προῆλθον εἰς τοσαύτην ἅμιλλαν, ὡς ἡμεῖς ἀκούομεν, ὥστε πυνθανόμενοι παρὰ τῶν (531d) ἀφικνουμένων τάς τε παρασκευὰς τῶν οἰκιῶν καὶ τὰς πολυτελείας τῶν θυσιῶν τὰς παρ' ἑκατέρῳ γινομένας ἐφιλονίκουν ὑπερράλλεσθαι τοῖς τοιούτοις ἀλλήλους. Ἐσπούδαζον δὲ δοκεῖν εὐδαίμονες εἷναι καὶ μακαριστοί. Οὐ μὴν περί γε τὴν τοῦ βίου τελευτὴν διηυτύχησαν, ἀλλ' ἀμφότεροι βιαίῳ θανάτῳ διεφθάρησαν. ᾽Αναξιμένης δ' ἐν τῷ ἐπιγραφομένῳ Βασιλέων Μεταλλαγαὶ περὶ τοῦ Στράτωνος τὰ αὐτὰ ἱστορήσας διημιλλῆσθαί φησιν αὐτὸν Νικοκλεῖ τῷ τῆς ἐν Κύπρῳ Σαλαμῖνος βασιλεύσαντι (531e) ἐσπουδακότι περὶ τρυφὴν καὶ ἀσέλγειαν, ἀποθανεῖν τ' ἀμφοτέρους βιαίως. 

 

42. ᾽Εν δὲ τῇ α' τῶν Φιλιππικῶν Θεόπομπος περὶ Φιλίππου λέγων φησίν· «Καὶ τριταῖος εἰς ᾽Ονόκαρσιν ἀφικνεῖται, χωρίον τι τῆς Θρᾴκης ἄλσος ἔχον πολὺ κατεσκευασμένον καλῶς καὶ πρὸς τὸ διαιτηθῆναι κεχαρισμένον ἄλλως τε καὶ τὴν θερινὴν ὥραν. Ἠν γὰρ καὶ τῶν ὑπὸ Κότυος προκριθέντων, ὃς ἁπάντων τῶν βασιλέων τῶν ἐν τῇ Θράκῃ γεγενημένων μάλιστα πρὸς ἡδυπαθείας καὶ τρυφὰς (531f) ὥρμησε, καὶ περιιὼν τὴν χώραν ὅπου κατίδοι τόπους δένδρεσι συσκίους καὶ καταρρύτους ὕδασι, τούτους κατεσκεύασεν ἑστιατόρια· καὶ φοιτῶν εἰς ἑκάστους ὁπότε τύχοι θυσίας τε τοῖς θεοῖς ἐποιεῖτο καὶ συνῆν μετὰ τῶν ὑπάρχων, εὐδαίμων καὶ μακαριστὸς ὢν ἕως εἰς τὴν ᾽Αθηνᾶν βλασφημεῖν καὶ πλημμελεῖν ἐπεχείρησεν.» Διηγεῖταί τε ἑξῆς ὁ συγγραφεὺς ὅτι δεῖπνον κατεσκεύασεν ὁ Κότυς ὡς γαμουμένης αὐτῷ τῆς ᾽Αθηνᾶς καὶ θάλαμον κατασκευάσας ἀνέμενεν μεθύων τὴν θεόν. Ἤδη δ᾽ (532) ἔκφρων γενόμενος ἔπεμπέ τινα τῶν δορυφόρων ὀψόμενον εἰ παραγέγονεν ἡ θεὸς εἰς τὸν θάλαμον. Ἀφικομένου δ' ἐκείνου καὶ εἰπόντος μηδένα εἶναι ἐν τῷ θαλάμῳ, τοξεύσας τοῦτον ἀπέκτεινεν καὶ ἄλλον δεύτερον ἐπὶ τοῖς αὐτοῖς, ἕως ὁ τρίτος συνεὶς παραγενομένην ἔφη πάλαι τὴν θεὸν αὐτὸν ἀναμένειν. Ὁ δὲ βασιλεὺς οὗτός ποτε καὶ ζηλοτυπήσας τὴν αὑτοῦ γυναῖκα ταῖς αὑτοῦ χερσὶν ἀνέτεμε τὴν ἄνθρωπον ἀπὸ τῶν αἰδοίων ἀρξάμενος.

 

43.᾽Εν δὲ τῇ τρισκαιδεκάτῃ τῶν Φιλιππικῶν περὶ  (532b) Χαβρίου τοῦ Ἀθηναίου ἱστορῶν φησιν· « Οὐ δυνάμενος δὲ ζῆν ἐν τῇ πόλει τὰ μὲν διὰ τὴν ἀσέλγειαν καὶ διὰ τὴν πολυτέλειαν τὴν αὑτοῦ τὴν περὶ τὸν βίον, τὰ δὲ διὰ τοὺς ᾽Αθηναίους· ἅπασι γάρ εἰσι χαλεποί· διὸ καὶ εἵλοντο αὐτῶν οἱ ἔνδοξοι ἔξω τῆς πόλεως καταβιοῦν, ᾽Ιφικράτης μὲν ἐν Θρᾴκῃ, Κόνων δ' ἐν Κύπρῳ, Τιμόθεος δ' ἐν Λέσβῳ, Χάρης δ' ἐν Σιγείῳ, καὶ αὐτὸς ὁ Χαρρίας ἐν Αἰγύπτῳ.» Καὶ περὶ τοῦ Χάρητος ἐν τῇ πέμπτῃ (532c) καὶ τεσσαρακοστῃ φησιν· « Χάρητός τε νωθροῦ τε ὄντος καὶ βραδέος, καίτοι γε καὶ πρὸς τρυφὴν ἤδη ζῶντος· ὅς γε περιήγετο στρατευόμενος αὐλητρίδας καὶ ψαλτρίας καὶ πεζὰς ἑταίρας, καὶ τῶν χρημάτων τῶν εἰσφερομένων εἰς τὸν πόλεμον τὰ μὲν εἰς ταύτην τὴν ὕβριν ἀνήλισκε, τὰ δ' αὐτοῦ κατέλειπεν ᾽Αθήνησιν τοῖς τε λέγουσιν καὶ τὰ ψηφίσματα γράφουσιν καὶ τῶν ἰδιωτῶν τοῖς δικαζομένοις· ἐφ' οἷς ὁ δῆμος ὁ τῶν ᾽Αθηναίων οὐδεπώποτε ἠγανάκτησεν, ἀλλὰ διὰ ταῦτα καὶ μᾶλλον αὐτὸν ἠγάπων οἱ πολῖται, καὶ δικαίως· καὶ γὰρ αὐτοὶ τοῦτον τὸν (532d) τρόπον ἔζων, ὥστε τοὺς μὲν νέους ἐν τοῖς αὐλητριδίοις καὶ παρὰ ταῖς ἑταίραις διατρίβειν, τοὺς δὲ μικρὸν ἐκείνων πρεσβυτέρους ἐν πότοις καὶ κύβοις καὶ ταῖς τοιαύταις ἀσωτίαις, τὸν δὲ δῆμον ἅπαντα πλείω καταναλίσκειν εἰς τὰς κοινὰς ἑστιάσεις καὶ κρεανομίας ἥπερ εἰς τὴν τῆς πόλεως διοίκησιν.» Ἐν δὲ τῷ  ἐπιγαφομενῳ τοῦ Θεοπόμπου συγγράμματι περὶ τῶν ἐκ Δελφῶν συληθέντων Χρημάτων «Χάρητι,», φησί  «τῷ Ἀθηναίῳ διὰ Λυσάνδρου τάλαντα ἑξήκοντα. Ἀφ' ὧν ἐδείπνισεν ᾽Αθηναίους (532e) ἐν τῇ ἀγορᾷ θύσας τὰ ἐπινίκια τῆς γενομένης μάχης πρὸς τοὺς Φιλίππου ξένους.» Ὧν ἡγεῖτο μὲν Ἀδαῖος ὁ ᾽Αλεκτρυὼν ἐπικαλούμενος· περὶ οὗ καὶ ῾Ηρακλείδης ὁ τῶν κωμῳδιῶν ποιητὴς μέμνητα οὕτως·

᾽Αλεκτρυόνα τὸν τοῦ Φιλίππου παραλαβὼν

ἀωρὶ κοκκύζοντα καὶ πλανώμενον

κατέκοψεν· οὐ γὰρ εἶχεν οὐδέπω λόφον.

ἕνα κατακόψας μάλα συχνοὺς ἐδείπνισεν

Χάρης Ἀθηναίων τόθ'· ὡς γενναῖος ἦν.

(532f) Τὰ αὐτὰ ἱστορεῖ καὶ Δοῦρις. 

 

44. ᾽Ιδομενεὺς δέ φησι καὶ τοὺς Πεισιστρατίδας ῾Ιππίαν καὶ Ἵππαρχον εὑρεῖν θαλίας καὶ κώμους· διὸ καὶ ἵππων καὶ ἑτέρων πολλῶν ἐπιπολάσαι τὸ πλῆθος παρ' αὐτοῖς· ὅθεν βαρεῖαν αὐτῶν γενέσθαι τὴν ἀρχήν, καίτοι ὁ πατὴρ αὐτῶν Πεισίστρατος μετρίως ἐχρῆτο ταῖς ἡδοναῖς· ὥστε οὐδ᾽ ἐν τοῖς χωρίοις οὐδ' ἐν τοῖς κήποις φύλακας (533) ἐφίστα, ὡς Θεόπομπος ἱστορεῖ ἐν τῇ πρώτῃ καὶ εἰκοστῆ, ἀλλ' εἴα τὸν βουλόμενον εἰσιόντα ἀπολαύειν καὶ λαμβάνειν ὧν δεηθείη· ὅπερ ὕστερον ἐποίησε καὶ Κίμων μιμησάμενος ἐκεῖνον, περὶ οὗ καὶ αὐτοῦ ἱστορῶν ἐν τῇ δεκάτῃ τῶν Φιλιππικῶν ὁ Θεόπομπός φησι· « Κίμων ὁ ᾽Αθηναῖος ἐν τοῖς ἀγροῖς καὶ τοῖς κήποις οὐδένα τοῦ καρποῦ καθίστα φύλακα, ὅπως οἱ βουλόμενοι τῶν πολιτῶν εἰσιόντες ὀπωρίζωνται καὶ λαμβάνωσιν εἴ τινος δέοιντο τῶν ἐν τοῖς χωρίοις, ἔπειτα τὴν οἰκίαν παρεῖχε κοινὴν (533b) ἅπασι· καὶ δεῖπνον αἰεὶ εὐτελὲς παρασκευάζεσθαι πολλοῖς ἀνθρώποις καὶ τοὺς ἀπόρους προσιόντας τῶν ᾽Αθηναίων εἰσιόντας δειπνεῖν. Ἐθεράπευεν δὲ καὶ τοὺς καθ' ἑκάστην ἡμέραν αὐτοῦ τι δεομένους, καὶ λέγουσιν ὡς περιήγετο μὲν ἀεὶ νεανίσκους δύ᾽ ἢ τρεῖς ἔχοντας κέρματα τούτοις τε διδόναι προσέταττεν, ὁπότε τις προσέλθοι αὐτῷ δεόμενος· καί φασι μὲν αὐτὸν καὶ εἰς ταφὴν εἰσφέρειν. Ποιεῖν δὲ καὶ τοῦτο πολλάκις, ὁπότε τῶν πολιτῶν (533c) τινα ἴδοι κακῶς ἠμφιεσμένον, κελεύειν αὐτῷ μεταμφιέννυσθαι τῶν νεανίσκων τινὰ τῶν συνακολουθούντων αὐτῷ. Ἐκ δὴ τούτων ἁπάντων ηὐδοκίμει καὶ πρῶτος ἦν τῶν πολιτῶν.» Ὁ δὲ Πεισίστρατος καὶ ἐν πολλοῖς βαρὺς ἐγένετο, ὅπου καὶ τὸ ᾽Αθήνησι τοῦ Διονύσου πρόσωπον ἐκείνου τινές φασιν εἰκόνα. 

 

45. Περικλέα δὲ τὸν ᾽Ολύμπιόν φησιν ῾Ηρακλείδης ὁ Ποντικὸς ἐν τῷ περὶ ῾Ηδονῆς ὡς ἀπήλλαξεν ἐκ τῆς οἰκίας τὴν γυναῖκα καὶ τὸν μεθ' ἡδονῆς βίον (533d) προείλετο ᾤκει τε μετ' ᾽Ασπασίας τῆς ἐκ Μεγάρων ἑταίρας καὶ τὸ πολὺ μέρος τῆς οὐσίας εἰς ταύτην κατανάλωσε. Θεμιστοκλῆς δὲ οὔπω ᾽Αθηναίων μεθυσκομένων οὐδ' ἑταίραις χρωμένων ἐκφανῶς τέθριππον ζεύξας ἑταιρίδων διὰ τοῦ Κεραμεικοῦ πληθύοντος ἑωθινὸς ἤλασεν. Ἀμφιβόλως δ' αὐτὸ εἵρηκεν ὁ ᾽Ιδομενεύς, εἴτε ἑταίρας τέτταρας συνυπέζευξεν ὡς ἵππους εἴτ' ἀνεβίβασεν αὐτὰς ἐπὶ τὸ τέθριππον. Πόσσις δ' ἐν τρίτῳ Μαγνητικῶν τὸν (533e) Θεμιστοκλέα φησὶν ἐν Μαγνησίᾳ τὴν στεφανηφόρον ἀρχὴν ἀναλαβόντα θῦσαι ᾽Αθηνᾷ καὶ τὴν ἑορτὴν Παναθήναια ὀνομάσαι καὶ Διονύσῳ Χοοπότῃ θυσιάσαντα καὶ τὴν Χοῶν ἑορτὴν αὐτόθι καταδεῖξαι.

Κλέαρχος δὲ ἐν πρώτῳ περὶ Φιλίας τὸν Θεμιστοκλέα φησὶ τρίκλινον οἰκοδομησάμενον περικαλλέστατον ἀγαπᾶν ἂν (ἔφησεν), εἰ τοῦτον φίλων πληρώσειεν.

 

  [πάνω]

 

46. Καμαιλέων δ' ὁ Ποντικὸς ἐν τῳ περὶ ᾽Ανακρέοντος πρόθεὶς τὸ

Ξανθῇ δ' Εὐρυπύλῃ μέλει

ὁ περιφόρητος Ἀρτέμων,

(533f) τὴν προσηγορίαν ταύτην λαβεῖν τὸν Ἀρτέμωνα διὰ τὸ τρυφερῶς βιοῦντα περιφερέσθαι ἐπὶ κλίνης. Καὶ γὰρ ᾽Ανακρέων αὐτὸν ἐκ πενίας εἰς τρυφὴν ὁρμῆσαί φησιν ἐν τούτοις·

Πρὶν μὲν ἔχων βερβέριον, καλύμματ' ἐσφηκωμένα,

καὶ ξυλίνους ἀστραγάλους ἐν ὠσὶ καὶ ψιλὸν περὶ πλευρῇσι δέρρριον βοός,

νήπλυτον εἴλυμα κακῆς ἀσπίδος, ἀρτοπώλισιν

(534) κἀθελοπόρνοισιν ὁμιλέων ὁ πονηρὸς ᾽Αρτέμων, κίβδηλον εὑρίσκων βίον,

πολλὰ μὲν ἐν δουρὶ τιθεὶς αὐχένα, πολλὰ δ' ἐν τροχῷ,

πολλὰ δὲ νῶτα σκυτίνῃ μάστιγι θωμιχθείς, κόμην

πώγωνά τ' ἐκτετιλμένος·

νῦν δ' ἐπιβαίνει σατινέων, χρύσεα φορέων καθέρματα,

πάις Κύκης, καὶ σκιαδίσκην ἐλεφαντίνην φορεῖ (534b) γυναιξὶν αὔτως.

 

47. Περὶ δὲ τοῦ καλοῦ ᾽Αλκιριάδου Σάτυρος ἱστορῶν «Λέγεται,» φησίν, «ὅτι ἐν ᾽Ιωνίᾳ μὲν ὢν ᾽Ιώνων ἐφαίνετο τρυφερώτερος, ἐν Θήβαις δὲ σωμασκῶν καὶ γυμναζόμενος τῶν Θηαίων αὐτῶν μᾶλλον Βοιώτιος, ἐν Θετταλίᾳ δὲ ἱπποτροφῶν καὶ ἡνιοχῶν τῶν ᾽Αλευαδῶν ἱππικώτερος, ἐν Σπάρτῃ δὲ καρτερίαν καὶ ἀφέλειαν ἐπιτηδεύων ἐνίκα τοὺς Λάκωνας, ὑπερῆρεν δὲ καὶ τὴν τῶν Θρᾳκῶν ἀκρατοποσίαν. (534c) Τὴν δὲ αὑτοῦ γυναῖκα πειρῶν ὡς ἕτερος ἔπεμψεν αὐτῇ χιλίους δαρεικούς, κάλλιστος δὲ ὢν τὴν μορφὴν κόμην τε ἔτρεφεν ἐπὶ πολὺ τῆς ἡλικίας καὶ ὑποδήματα παρηλλαγμένα ἐφόρει, ἃ ἀπ' αὐτοῦ ᾽Αλκιριάδες καλεῖται. Ὅτε δὲ χορηγοίη πομπεύων ἐν πορφυρίδι εἰσιὼν εἰς τὸ θέατρον, ἐθαυμάζετο οὐ μόνον ὑπὸ τῶν ἀνδρῶν ἀλλὰ καὶ ὑπὸ τῶν γυναικῶν. Διὸ καὶ ᾽Αντισθένης ὁ Σωκρατικὸς ὡς δὴ αὐτὸς αὐτόπτης γεγονὼς τοῦ ᾽Αλκιριάδου ἰσχυρὸν αὐτὸν καὶ ἀνδρώδη καὶ εὐπαίδευτον καὶ τολμηρὸν καὶ ὡραῖον ἐφ' ἡλικίας πάσης γενέσθαι φησίν. Εἰς δὲ (534d) τὰς ἀποδημίας ὁπότε στέλλοίτο, τέσσαρσι τῶν συμμαχίδων πόλεων ὥσπερ θεραπαίναις ἐχρῆτο. Σκηνὴν μὲν γὰρ αὐτῷ Περσικὴν ἔπησσον ᾽Εφέσιοι, τροφὴν δὲ τοῖς ἱπποις αυτοῦ Χῖοι παρεῖχον, ἱερεῖα δὲ παρίστασαν εἰς τὰς θυσίας καὶ κρεανομίας Κυζικηνοί, Λέσβιοι δὲ οἷνον πάρεῖχον καὶ τὰ ἄλλα τὰ πρὸς τὴν καθ' ἡμέραν δίαιταν. Ἀφικόμενος δ᾽ ᾽Αθήνησιν ἐξ ᾽Ολυμπίας δύο πίνακας ἀνέθηκεν, ᾽Αγλαοφῶντος γραφήν· ὧν ὁ μὲν εἷχεν ᾽Ολυμπιάδα καὶ Πυθιάδα στεφανούσας αὐτόν, ἐν δὲ θατέρῳ Νεμέα ἦν καθημένη καὶ ἐπὶ τῶν γονάτων αὐτῆς (534e) Ἀλκιβιάδης, καλλίων φαινόμενος τῶν γυναικείων προσώπων. Καὶ στρατηγῶν δὲ ἔτι καλὸς εἶναι ἤθελεν· ἀσπίδα γοῦν εἶχεν ἐκ χρυσοῦ καὶ ἐλέφαντος πεποιημένην, ἐφ' ἧς ἦν ἐπίσημον ῎Ερως κεραυνὸν ἠγκυλημένος. Ἐπικωμάσας δέ ποτε ὡς ῎Ανυτον ἐραστὴν ὄντα καὶ πλούσιον, συνεπικωμάζοντος αὐτῷ τῶν ἑταίρων ἑνὸς Θρασύλλου (τῶν πενήτων δ' οὗτος ἧν), προπιὼν τῷ Θρασύλλῳ τὰ ἡμίση τῶν ποτηρίων τῶν ἐπὶ τῷ κυλικείῳ προκειμένων (534f) ἐκέλευσε τοὺς ἀκολούθους ἀποφέρειν πρὸς τὸν Θράσυλλον· εἷθ' οὕτω φιλοφρονησάμενος τὸν ῎Ανυτον ἀπηλλάσσετο. Ὁ δὲ ῎Ανυτος πάνυ ἐλευθερίως καὶ ἐρωτικῶς, λεγόντων τινῶν ὡς ἀγνώμονα εἴη πεποιηκὼς ᾽Αλκιβιάδης, «Οὐ μὰ Δί᾽,» ἔφη, «ἀλλ᾽ εὐγνωμονέθτατα· ἔχων γὰρ ἐξουσίαν ἅπαντα λαβεῖν τὰ ἡμίση κατέλιπεν.» 

 

48. Λυσίας δὲ ὁ ῥήτωρ περὶ τῆς τρυφῆς αὐτοῦ λέγων φησίν· «Ἐκπλεύσαντες γὰρ κοινῇ ᾽Αξίοχος καὶ ᾽Αλκιβιάδης εἰς ῾Ελλήσποντον ἔγημαν ἐν ᾽Αβύδῳ δύο ὄντε Μεδοντίδα τὴν (535) ᾽Αβυδηνὴν καὶ ξυνῳκείτὴν. Ἔπειτα αὐτοῖν γίνεται θυγάτηρ, ἥν οὐκ ἔφαντο δύνασθαι γνῶναι ὁποτέρου εἴη. Ἐπεὶ δὲ ἦν ἀνδρὸς ὡραία, ξυνεκοιμῶντο καὶ ταύτῃ, καὶ εἰ μὲν χρῷτο καὶ ἔχοι ᾽Αλκιβιάδης, ᾽Αξιόχου ἔφασκεν εἷναι θυγατέρα· εἰ δὲ ᾽Αξίοχος, ᾽Αλκιβιάδου.» Κεκωμῴδηται δὲ καὶ ὑπὸ Εὐπόλιδος ὡς ἀκόλαστος πρὸς γυναῖκας ἐν Κόλαξιν οὕτως·

᾽Αλκιβιάδης ἐκ τῶν γυναικῶν ἐξίτω. ΑΛΚ. Τί ληρεῖς;

(535b) Οὐκ οἴκαδ' ἐλθὼν τὴν σεαυτοῦ γυμνάσεις δάμαρτα;

Καὶ Φερεκράτης δέ φησιν·

Οὐκ ὢν ἀνὴρ γὰρ ᾽Αλκιβιάδης, ὡς δοκεῖν,

ἀνὴρ ἁπασῶν τῶν γυναικῶν ἐστι νῦν.

Ἐν Σπάρτῃ δὲ ὢν ἔφθειρε τὴν ῎Αγιδος τοῦ βασιλέως γυναῖκα Τίμαιαν· ἐπιπληττόντων δ' αὐτῷ τινων οὐκ ἀκρασίας ἕνεκεν συνελθεῖν ἔφη, ἀλλ' ἵνα ὁ γενόμενος ἐξ αὐτοῦ βασιλεύσῃ τε τῆς Σπάρτης καὶ (535c) μηκέτι λέγωνται οἱ βασιλεῖς ἀφ' Ἡρακλέους ἀλλ᾽ ἀπ' ᾽Αλκιβίάδου. Στρατηγῶν δὲ συμπεριήγετο αὑτῷ τήν τε Λαίδος τῆς Κορινθίας μητέρα Τιμάνδραν καὶ Θεοδότην τὴν ᾽Αττικὴν ἑταίραν. 

 

49. Μετὰ δὲ τὴν φυγὴν κυρίους ᾽Αθηναίους ποιήσας τοῦ ῾Ελλησπόντου καὶ πλείους τῶν πεντακισχιλίων Πελοποννησίους λαβὼν ἀνέπεμψεν εἰς τὰς ᾽Αθήνας. Κατιών τε μετὰ ταῦτα εἰς τὴν πατρίδα ἐστεφάνωσε τὰς ᾽Αττικὰς τριήρεις θαλλῷ καὶ μίτραις καὶ ταινίαις, καὶ ἀναψάμενος τὰς αἰχμαλώτους ναῦς ἠκρωτηριασμένας (535d) εἰς διακοσίας ἱππαγωγούς τε ἄγων σκύλων καὶ ὅπλων Λακωνικῶν καὶ Πελοποννησιακῶν μεστὰς εἰσέπλε. Ἡ δὲ τριήρης ἐφ' ἧς αὐτὸς κατέπλει μέχρι μὲν τῶν κλείθρων τοῦ Πειραιέως προέτρεχεν ἁλουργοῖς ἱστίοις· ὡς δ' ἐντὸς ἦν καὶ τὰς κώπας ἔλαβον οἱ ἐρέται, Χρυσόγονος μὲν ηὔλει τὸ τριηρικὸν ἐνδεδυκὼς τὴν Πυθικὴν στολήν, Καλλιππίδης δ' ὁ τραγῳδὸς ἐκέλευε τὴν ἐπὶ τῆς σκηνῆς στολὴν ἠμφιεσμένος. Διὸ καὶ χαριέντως εἶπέν τις· «Οὔτ' ἂν δύο Λυσάνδρους ὑπήνεγκεν ἡ (535e) Σπάρτη οὔτ' ἂν δύ' ᾽Αλκιβιάδας ᾽Αθῆναι.» Ἐμιμεῖτο δὲ ᾽Αλκιβιάδης τὸν Παυσανίου μηδισμὸν καὶ καθομιλῶν Φαρνάραζον τὴν Περσικὴν ἐνεδύετο στολὴν καὶ τὴν Περσικὴν ἔμαθε φωνήν, καθάπερ καὶ Θεμιστοκλῆς.

 

50. Δοῦρις δ' ἐν τῇ δευτέρᾳ καὶ εἰκοστῃ τῶν ῾Ιστοριῶν « Παυσανίας μέν,» φησίν, «ὁ τῶν Σπαρτιατῶν βασιλεὺς καταθέμενος τὸν πάτριον τρίβωνα τὴν Περσικὴν ἐνεδύετο στολήν. Ὁ δὲ Σικελίας τύραννος Διονύσιος ξυστίδα καὶ χρυσοῦν στέφανον, ἔτι δ᾽ (535f) ἐπιπόρπημα μετελάμβανε τραγικόν. ᾽Αλέξανδρος δ' ὡς τῆς ᾽Ασίας ἐκυρίευσεν Περσικαῖς ἐχρῆτο στολαῖς. Δημήτριος δὲ πάντας ὑπεβέραλεν· τὴν μὲν γὰρ ὑπόδεσιν ἣν εἷχεν κατεσκεύαζενο ἐκ πολλοῦ δαπανήματος· ἦν γὰρ κατὰ μὲν τὸ σχῆμα τῆς ἐργασίας σχεδὸν ἐμβάτης πίλημα λαμβάνων τῆς πολυτελεστάτης πορφύρας· τούτῳ δὲ χρυσοῦ πολλὴν ἐνύφαινον ποικιλίαν ὀπίσω καὶ ἔμπροσθεν ἐνιέντες οἱ τεχνῖται. Αἱ δὲ χλαμύδες αὐτοῦ ἦσαν ὄρφνινον ἔχουσαι τὸ φέγγος τῆς χρόας, τὸ δὲ πᾶν ἐνύφαντο χρυσοῦς ἀστέρας ἔχον καὶ τὰ δώδεκα (536) ζῴδια. Μίτρα δὲ χρυσόπαστος ἦν, ἣ καυσίαν ἁλουργῆ οὖσαν ἔσφιγγεν, ἐπὶ τὸ νῶτον φέρουσα τὰ τελευταῖα καταβλήματα τῶν ὑφασμάτων. Γινομένων δὲ τῶν Δημητρίων ᾽Αθήνησιν ἐγράφετο ἐπὶ τοῦ προσκηνίου ἐπὶ τῆς Οἰκουμένης ὀχούμενος.»

Νύμφις δ' ὁ ῾Ηρακλεώτης ἐν ἕκτῳ τῶν περὶ τῆς πατρίδος « Παυσανίας, » φησίν, « ὁ περὶ Πλαταιὰς νικήσας Μαρδόνιον, τὰ τῆς Σπάρτης ἐξελθὼν νόμιμα καὶ εἰς ὑπερηφανίαν ἐπιδοὺς περὶ Βυζάντιον (536b) διατρίβων τὸν χαλκοῦν κρατῆρα τὸν ἀνακείμενον τοῖς θεοῖς τοῖς ἐπὶ τοῦ στόματος ἱδρυμένοις, ὃν ἔτι καὶ νῦν εἷναι συμβαίνει, ἐτόλμησεν ἐπιγράψαι, ὡς αὐτὸς ἀναθείς, τόδε τὸ ἐπίγραμμα, διὰ τὴν τρυφὴν καὶ ὑπερηφανίαν ἐπιλαθόμενος αὑτοῦ·

Μνᾶμ' ἀρετᾶς ἀνέθηκε Ποσειδάωνι ἄνακτι

Παυσανίας, ἄρχων ῾Ελλάδος εὐρυχόρου,

πόντου ἐπ' Εὐξείνου, Λακεδαιμόνιος γένος, υἱὸς

Κλεομβρότου, ἀρχαίας ῾Ηρακλέος γενεᾶς.»

 

  [πάνω]

 

51. ᾽Ετρύφησεν δὲ καὶ Φάραξ ὁ Λακεδαιμόνιος, ὡς (536c) Θεόπομπος ἐν τῇ τεσσαρακοστῃ ἱστορεῖ· καὶ ταῖς ἡδοναῖς οὕτως ἀσελγῶς ἐχρήσατο καὶ χύδην ὥστε πολὺ μᾶλλον διὰ τὴν αἰτίαν ταύτην αὐτὸν ὑπολαμβάνεσθαι Σικελιώτην ἢ διὰ τὴν πατρίδα Σπαρτιάτην. Ἐν δὲ τῇ νβ' φησὶν ὡς ᾽Αρχίδαμος ὁ Λάκων ἀποστὰς τῆς πατρίου διαίτης συνηθίσθη ξενικῶς καὶ μαλακῶς· διόπερ οὐκ ἠδύνατο τὸν οἴκοι βίον ὑπομένειν, ἀλλ' ἐσπούδαζεν αἰεὶ δι᾽ ἀκρασίαν ἔξω διατρίβειν. Καὶ Ταραντίνων πρεσβευσαμένων περὶ συμμαχίας ἔσπευσε συνεξελθεῖν (536d) αὐτοῖς βοηθός· κἀκεῖ γενόμενος καὶ ἐν τῷ πολέμῳ ἀποθανὼν οὐδὲ ταφῆς κατηξιώθη, καίτοι Ταραντίνων πολλὰ χρήματα ὑποσχομένων τοῖς πολεμίοις ὑσπὲρ τοῦ ἀνελέσθαι αὐτοῦ τὸ σῶμα. Φύλαρχος δὲ ἐν τῇ ι' τῶν ῾Ιστοριῶν Θρᾳκῶν φησι τῶν καλουμένων Κροβύζων βασιλέα γενέσθαι ᾽Ισάνθην, τρυφῇ πάντας τοὺς καθ' ἑαυτὸν ὑπερβαλλόμενον. Ἦν δὲ καὶ πλούσιος καὶ καλός. Ἐν (536e) δὲ τῇ δευτέρᾳ καὶ εἰκοστῃ ὁ αὐτὸς Πτολεμαῖόν φησι τὸν δεύτερον Αἰγύπτου βασιλεύσαντα, πάντων σεμνότατον γένόμενον τῶν δυναστῶν καὶ παιδείας εἴ τινα καὶ ἄλλον καὶ αὐτὸν ἐπιμεληθέντα οὕτως ἐξαπατηθῆναι τὴν διάνοιαν καὶ διαφθαρῆναι ὑπὸ τῆς ἀκαίρου τρυφῆς ὥστε τὸν πάντα χρόνον ὑπολαβεῖν βιώσεσθαι καὶ λέγειν ὅτι μόνος εὕροι τὴν ἀθανασίαν. Κατατεινόμενον οὖν ὑπὸ ποδάγρας πλείους ἡμέρας, ὥς ποτ' οὖν ἐρράισεν καὶ κατεῖδεν διά τινων ὑπολαμπάδων τοὺς Αἰγυπτίους παρὰ τὸν ποταμὸν ἀριστοποιουμένους καὶ τὰ τυχόντα προσφερομένους ἐπί τε τῆς ἄμμου χύδην ἐρριμμένους, εἱπεν· «Ὦ τάλας ἐγώ, τὸ μηδὲ τούτων ἕνα γενέσθαι.»

 

52. (536f) Περὶ δὲ Καλλίου καὶ τῶν τούτου κολάκων φθάνομεν καὶ πρότερον εἰπόντες· ἀλλ' ἐπεὶ καινῶς ῾Ηρακλείδης ὁ Ποντικὸς ἐν τῷ περὶ ῾Ηδονῆς ἱστορεῖ περὶ αὐτοῦ, ἄνωθεν ἀναλαβὼν διηγήσομαι. « Ὅτε τὸ πρῶτον εἰς Εὔβροιαν ἐστράτευσαν οἱ Πέρσαι, τότε, ὥς φασιν, ᾽Ερετριεὺς ἀνὴρ Διόμνηοτος κύριος ἐγένετο τῶν τοῦ στρατηγοῦ χρημάτων. Ἔτυχεν γὰρ ἐν τῷ ἀγρῷ τῷ ἐκείνου σκηνῶν καὶ τὰ χρήματα εἰς οἴκημά τι θέμενος τῆς οἰκίας· (537) τελευτησάντων δὲ πάντων διελέθεν ἔχων ὁ Διόμνηστος τὸ χρυσίον. Ἐπεὶ δὲ πάλιν ὁ τῶν Περσῶν βασιλεὺς ἀπέστειλεν εἰς τὴν ᾽Ερέτριαν στράτευμα,  προστάξας ἀνάστατον ποιῆσαι τὴν πόλιν, εἰκότως ὑπεξετίθεντο ὅσοι χρημάτων ηὐπόρουν. Οἱ οὖν καταλελειμμένοι τῆς τοῦ Διομνήστου οἰκίας παρ' ῾Ιππόνικον τὸν Καλλίου τὸν ῎Αμμωνα ἐπικαλούμενον ὑπεξέθεντο τὰ χρήματα εἰς τὰς ᾽Αθήνας, καὶ ἀνασκευασθέντων ὑπὸ τῶν Περσῶν ἁπάντων τῶν ᾽Ερετριέων κατέσχον οὗτοι τὰ χρήματα πολλὰ (537b) ὄντα. Ὥστε ῾Ιππόνικος ὁ ἀπ' ἐκείνου γεγονὼς τοῦ τὴν παρακαταθήκην λαβόντος ᾔτησεν ᾽Αθηναίους ποτὲ ἐν ᾽Ακροπόλει τόπον ἵν' οἰκοδομήσηται τοῖς χρήμασιν ὅπου κείσεται, λέγων ὡς οὐκ ἀσφαλὲς ἐν ἰδιωτικῇ οἰκίᾳ πολλὰ χρήματα εἷναι. Καὶ ἔδοσαν ᾽Αθηναῖοι· νουθετηθεὶς δ' ὑπὸ τῶν φίλων μετενόησεν. Τούτων οὖν τῶν χρημάτων Καλλίας κύριος γενόμενος καὶ πρὸς ἡδονην βιώσας (ποῖοι γὰρ οὐ κόλακες ἢ τί πλῆθος οὐχ ἑταίρων (537c) περὶ αὐτὸν ἦσαν, ποίας δὲ δαπάνας οὐχ ὑπερεώρα 'κεῖνος;) ἀλλ' ὅμως εἰς τοσοῦτον αὐτὸν περιέστησεν ὁ περὶ ἡδονὴν βίος ὥστε μετὰ γρᾳδίου βαρβάρου διατελεῖν ἠναγκάσθη καὶ τῶν ἀναγκαίων τῶν καθ' ἡμέραν ἐνδεὴς γενόμενος τὸν βίον ἐτελεύτησεν. Τὸν δὲ Νικίου,» φησί, «τοῦ Περγασῆθεν πλοῦτον ἢ τὸν ᾽Ισχομάχου τίνες ἀπώλεσαν; Οὐκ Αὐτοκλέης καὶ ᾽Επικλέης, οἵ μετ' ἀλλήλων ζῆν προελόμενοι καὶ πάντ' ἐν ἐλάττονι ποιούμενοι τῆς ἡδονῆς, ἐπειδὴ πάντα κατανάλωσαν, κώνειον πιόντες ἅμα τὸν βίον ἐτελεύτησαν;»

 

53. (537d) Περὶ δὲ τῆς ᾽Αλεξάνδρου τοῦ πάνυ τρυφῆς ῎Εφιππος μὲν ὁ ᾽Ολύνθιος ἐν τῷ περὶ τῆς ῾Ηφαιστίωνος καὶ ᾽Αλεξάνδρου Τελευτῆς φησιν ὅτι ἐν τῷ παραδείσῳ ἔκειτο αὐτῷ χρυσοῦς θρόνος καὶ κλῖναι ἀργυρόποδες, ἐφ ὧν καθεζόμενος ἐχρημάτιζε μετὰ τῶν ἑταίρων. Νικοβούλη δέ φησιν ὅτι παρὰ τὸ δεῖπνον πάντες οἱ ἀγωνισταὶ ἐσπούδαζον τέρπειν τὸν βασιλέα καὶ ὅτι ἐν τῷ τελευταίῳ δείπνῳ αὐτὸς ὁ ᾽Αλέξανδρος ἐπεισόδιόν τι μνημονεύσας ἐκ τῆς Εὐριπίδου ᾽Ανδρομέδας ἠγωνίσατο καὶ τὸν ἄκρατον (537e) προθύμως προπίνων καὶ τοὺς ἄλλους ἠνάγκαζεν. 

῎Εφιππος δέ φησιν ὡς ᾽Αλέξανδρος καὶ τὰς ἱερὰς ἐσθῆτας ἐφόρει ἐν τοῖς δείπνοις, ὁτὲ μὲν τὴν τοῦ ῞Αμμωνος πορφυρίδα καὶ περισχιδεῖς καὶ κέρατα καθάπερ ὁ θεός, ὁτὲ δὲ τὴν τῆς ᾽Αρτέμιδος, ἥν καὶ ἐπὶ τοῦ ἅρματος ἐφόρει πολλάκις, ἔχων τὴν Περσικὴν στολήν, ὑποφαίνων ἄνωθεν τῶν ὤμων τό τε τόξον καὶ τὴν σιβύνην, ἐνίοτε δὲ καὶ τὴν τοῦ ῾Ερμοῦ· τὰ μὲν ἄλλα σχεδὸν καὶ καθ' ἑκάστην ἡμέραν χλαμύδα τε πορφυρᾶν καὶ χιτῶνα μεσόλευκον καὶ τὴν καυσίαν ἔχουσαν τὸ διάδημα τὸ (537f) βασιλικόν, ἐν δὲ τῇ συνουσίᾳ τά τε πέδιλα καὶ τὸν πέτασον ἐπὶ τῇ κεφαλῃ καὶ τὸ κηρύκειον ἐν τῇ χειρί, πολλάκις δὲ καὶ λεοντῆν καὶ ῥόπαλον ὥσπερ ὁ ῾Ηρακλῆς. 

Τί οὖν θαυμαστὸν εἰ καὶ καθ' ἡμᾶς Κόμμοδος ὁ αὐτοκράτωρ ἐπὶ τῶν ὀχημάτων παρακείμενον εἶχεν τὸ ῾Ηράκλειον ῥόπαλον ὑπεστρωμένης αὐτῷ λεοντῆς καὶ ῾Ηρακλῆς καλεῖσθαι ἤθελεν, ᾽Αλεξάνδρου τοῦ ᾽Αριστοτελικοῦ τοσούτοις αὑτὸν ἀφομοιοῦντος θεοῖς, ἀτὰρ καὶ τῇ ᾽Αρτέμιδι; Ἔρρανε δὲ ὁ ᾽Αλέξανδρος καὶ μύρῳ σπουδαίῳ καὶ (538) οἴνῳ εὐώδει τὸ δαπεδον. Ἐθυμιᾶτο δὲ αὐτῷ σμύρνα καὶ τὰ ἄλλα θυμιάματα· εὐφημία τε καὶ σιγὴ κατεῖχε πάντας ὑπὸ δέους τοὺς παρόντας. Ἀφορητος γὰρ ἦν καὶ φονικός. Ἐδόκει γὰρ εἷναι μελαγχολικός. Ἐν ᾽Εκβατάνοις δὲ ποιήσας τῷ Διονύσῳ θυσίαν καὶ πάντων δαψιλῶς ἐν τῇ θοίνῃ παρασκευασθέντων, καὶ Σατραβάτης ὁ σατράπης τοὺς στρατιώτας εἱσίτασε πάντας. Ἀθροισθέντων δὲ πολλῶν ἐπὶ τὴν θέαν, φησὶν ὁ ῎Εφιππος, κηρύγματα ἐγίνετο ὑπερήφανα καὶ τῆς Περσικῆς ὑπεροψίας  (538b) αὐθαδέστερα. Ἄλλων γὰρ ἄλλο τι ἀνακηρυττόντων καὶ στεφανούντων τὸν ᾽Αλέξανδρον, εἷς τις τῶν ὁπλοφυλάκων ὑπερπεπαικὼς πᾶσαν κολακείαν κοινωσάμενος τῷ ᾽Αλεξάνδρῳ ἐκέλευσε τὸν κήρυκα ἀνειπεῖν ὅτι «Γόργος ὁ ὁπλοφύλαξ ᾽Αλέξανρδον ῎Αμμωνος υἱὸν στεφανοῖ χρυσοῖς τρισχιλίοις, καὶ ὅταν ᾽Αθήνας πολιορκῇ, μυρίαις πανοπλίαις καὶ τοῖς ἴσοις καταπέλταις καὶ πᾶσι τοῖς ἄλλοις βέλεσιν εἰς τὸν πόλεμον ἱκανοῖς.»

 

54. Χάρης δ' ἐν τῇ δεκάτῃ τῶν περὶ ᾽Αλέξανδρον ῾Ιστοριῶν «Ὅτε,» φησίν, «εἷλε Δαρεῖον, γάμους συνετέλεσεν ἑαυτοῦ τε καὶ τῶν ἄλλων φίλων, (538c) ἐνενήκοντα καὶ δύοι θαλάμους κατασκευασάμενος ἐν τῷ αὐτῷ τόπῳ, ἧν δὲ ὁ οἷκος ἑκατοντάκλινος, ἐν ᾧ ἑκάστη ἦν κλίνη κεκοσμημένη στολῇ γαμικῇ εἴκοσι μνῶν ἀργυρᾶ· Ἡ δὲ αὐτοῦ χρυσόπους ἦν. Συμπαρέλαβεν δὲ εἰς τὸ συμπόσιον καὶ τοὺς ἰδιοξένους ἅπαντας καὶ κατέκλινεν ἀντιπροσώπους ἑαυτῷ τε καὶ τοῖς ἄλλοις νυμφίοις, τὴν δὲ λοιπὴν δύναμιν πεζήν τε καὶ ναυτίκὴν καὶ τὰς πρεσβείας καὶ τοὺς (538d) παρεπιδημσῦντας ἐν τῇ αὐλῇ. Κατεσκεύαστο δὲ ὁ οἱκος πολυτελῶς καὶ μεγαλοπρεπῶς ἱματίοις τε καὶ ὀθονίοις πολυτελέσιν, ὑπὸ δὲ ταῦτα πορφυροῖς καὶ φοινικοῖς χρυσουφέσιν. Τοῦ δὲ μένειν τὴν σκηνὴν ὑπέκειντο κίονες εἰκοσαπήχεις περίχρυσοι καὶ διάλιθοι καὶ περιάργυροι. Περιερέρληντο δὲ ἐν τῷ περιβόλῳ πολυτελετῖς αὐλαῖαι ζῳωτοὶ καὶ διάχρυσοι, κανόνας ἔχουσαι περιχρύσους καὶ περιαργύρους, τῆς δ' αὐλῆς ἧν τὸ περίμετρον στάδιοι τέσσαρες. Ἐγίνετο δὲ τὰ δεῖπνα πρὸς σάλπιγγα τότε μὲν ἐν τοῖς γαμοις, καὶ ἄλλως δ' αἰεὶ ὅτε τύχοι σπονδοποιούμενος, (538e) ὥστε πᾶν εἰδέναι τὸ στρατόπεδον. Ἐπὶ πέντε δὲ ἡμέρας ἐπετελέσθησαν οἱ γάμοι, καὶ ἐλειτούργησαν πάνυ πολλοὶ καὶ βαρράρων καὶ ῾Ελλήνων, καὶ οἱ ἀπὸ τῆς ᾽Ινδικῆς θαυματοποιοὶ ἦσαν διαπρέποντες, ἔτι δὲ Σκύμνος Ταραντῖνος καὶ Φιλιστίδης Συρακόσιος ῾Ηράκλειτός τε ὁ Μιτυληναῖος· μεθ' οὕς ἐπεδείξατο ῥαψῳδὸς ῎Αλεξις Ταραντῖνος. Παρῆλθον δὲ καὶ ψιλοκιθαρισταὶ Κρατῖνος Μηθυμναῖος, ᾽Αριστώνυμος ᾽Αθηναῖος, (538f) Ἀθηνόδωρος Τήιος· ἐκιθαρῴδησαν δὲ ῾Ηράκλειτός τε ὁ Ταραντῖνος καὶ ᾽Αριστοκράτης ὁ Θηραῖος. Αὐλῳδοὶ δὲ παρῆλθον Διονύσιος ὁ ῾Ηρακλεώτης, ῾Υπέρρολος Κυζικηνός· παρῆλθον δὲ καὶ αὐληταί, οἳ πρῶτον τὸ Πυθικὸν ηὔλησαν, εἱθ' ἑξῆς μετὰ τῶν χορῶν, Τιμόθεος, Φρύνιχος, Καφισίας, Διόφαντος, ἔτι δὲ Εὔιος ὁ Χαλκιδεύς, καὶ ἔκτοτε οἱ πρότερον καλούμενοι Διονυσοκόλακες ᾽Αλεξανδροκόλακες ἐκλήθησαν διὰ τὰς τῶν δώρων ὑπερβολάς, ἐφ οἷς καὶ ἥσθη ὁ ᾽Αλέξανδρος. Ὑπεκρίθησαν δὲ τραγῳδοὶ μὲν Θεσσαλὸς καὶ ᾽Αθηνόδωρος καὶ ᾽Αριστόκριτος, (539) κωμῳδοὶ δὲ Λύκων καὶ Φορμίων καὶ ᾽Αρίστων. Παρῆν δὲ καὶ Φασίμηλος ὁ ψάλτης. Οἱ δὲ πεμφθέντες,» φησί, «στέφανοι ὑπὸ τῶν πρεσβευτῶν καὶ τῶν λοιπῶν ταλάντων ἦσαν μυρίων πεντακισχιλίων.» 

 

55. Πολύκλειτος δ' ὁ Λαρισαῖος ἐν τῇ ὀγδόῃ τῶν ῾Ιστοριῶν καὶ ἐπὶ χρυσῆς κλίνης κοιμᾶσθαί φησι τὸν ᾽Αλέξανδρον καὶ αὐλητρίδας αὐτῷ καὶ αὐλητὰς αἰεὶ ἕπεσθαι ἐπὶ τὸ στρατόπεδον καὶ πίνειν ὀ ἄχρι τῆς ἕω. Κλέαρχος δ' ἐν τοῖς περὶ Βίων περὶ Δαρείου λέγων τοῦ καθαιρεθέντος ὑπὸ τοῦ ᾽Αλεξάνδρου φησίν· «Ὁ Περσῶν βασιλεὺς ἀθλοθετῶν τοῖς τὰς ἡδονὰς αὐτῷ πορίζουσιν ὑπὸ πάντων τῶν ἡδέων ἡττωμένην ἀπέδειξε τὴν βασιλείαν καὶ καταγωνιζόμενος ἑαυτὸν οὐκ ἤσθετο πρότερον ἢ τὸ σκῆπτρον ἕτεροι λαβόντες ἀνεκηρύχθησαν,» Φύλαρχος δ' ἐν τῇ τρίτῃ καὶ εἰκοστῇ τῶν ῾Ιστοριῶν καὶ ᾽Αγαθαρχίδης ὁ Κνίδιος ἐν τῷ δεκάτῳ περὶ (539c) ᾽Ασίας καὶ τοὺς ἑταίρους φησὶ τοὺς ᾽Αλεξάνδρου ὑπερβαλλούσῃ τρυφῄ χρήσασθαι. Ὧν εἷς ὢν καὶ ῎Αγνων χρυσοῦς ἥλους ἐν ταῖς κρηπῖσι ἐφόρει. Κλεῖτος δ' ὁ Λευκὸς καλούμενος ὅτε χρηματίζειν μέλλοι, ἐπὶ πορφυρῶν ἱματίων διαπεριπατῶν τοῖς ἐντυγχάνουσιν διελέγετο. Περδίκκᾳ δὲ καὶ Κρατερῷ φιλογυμναστοῦσιν ἠκολούθουν διφθέραι σταδιαῖαι τοῖς μεγέθεσιν, ὑφ' αἷς περιλαμβάνοντες τόπον ἐν ταῖς καταστρατοπεδείαις ἐγυμνάζοντο· ἠκολούθει δὲ αὐτοῖς καὶ ὑποζύγια πολλὰ τὰ τὴν κόνιν κομίζοντα πρὸς τὴν ἐν τῇ παλαίστρᾳ χρείαν.

(539d) Λεοννάτῳ δὲ καὶ Μενελάῳ φιλοκυνήγοις οὖσιν αὐλαῖαι σταδίων ἑκατὸν ἠκολούθουν, αἷς περιιστάντες τὰς θήρας ἐκυνήγουν. Τὰς δὲ χρυσᾶς πλατάνους καὶ τὴν χρυσῆν ἄμπελον ὑφ' ἥν οἱ Περσῶν βασιλεῖς ἐχρημάτιζον πολλάκις καθήμενοι, σμαραγδίνους βότρυς ἔχουσαν καὶ τῶν ᾽Ινδικῶν ἀνθράκων ἄλλων τε παντοδαπῶν λίθων, ὑπερβαλλόν των ταῖς πολυτείαις, ἐλάττω φησιν ὁ Φύλαρχος φαίνεσθαι τῆς καθ' ἡμέραν ἑκαστοτε γινέμενης παρ' ᾽Αλεξανδρῳ δαπανης. Ἦν γὰρ αὐτοῦ ἡ σκηνὴ κλινῶν ρ', χρυσοῖ δὲ κίονες ν' κατεῖχον (539e) αὐτήν. Οἱ δὲ ὑπερτείνοντες οὐρανίσκοι διάχρυσοι ποικίλμασιν ἐκπεπονημένοι πολυτελέσιν ἐσκέπαζον τὸν ἄνω τόπον. Καὶ πρῶτοι μὲν Πέρσαι φ' μηλοφόροι περὶ αὐτὴν ἐντὸς εἱστήκεσαν πορφυραῖς καὶ μηλίναις ἐσθῆσιν ἐξησκημένοι· μετὰ δὲ τούτους τοξόται τὸν ἀριθμὸν χίλιοι, οἱ μὲν φλόγινα ἐνδεδυκότες, οἱ δὲ ὑσγινοβραφῆ, πολλοὶ δὲ καὶ κυάνεα εἷχον περιρόλαια. Προειστήκεσαν δὲ τούτων ἀργυράσπιδες Μακεδόνες πεντακόσιοι. Κατὰ δὲ μέσην τὴν σκηνὴν χρυσοῦς ἐτίθετο δίφρος, ἐφ' οὗ καθήμενος ἐχρημάτιζεν ὁ ᾽Αλέξανδρος τῶν σωματοφυλάκων (539f) πανταχόθεν ἐφεστηκότων. Ἔξωθεν δὲ κύκλῳ τῆς σκηνῆς τὸ τῶν ἐλεφάντων ἄγημα διεσκευασμένον ἐφειστήκει καὶ Μακεδόνες χίλιοι Μακεδονικὰς στολὰς ἔχοντες, εἷτα μύριοι Πέρσαι, τό τε τὴν πορφύραν ἔχον πλῆθος εἰς πεντακοσίους ἦν, οἷς ᾽Αλέξανδρος ἔδωκε φορεῖν τὴν στολὴν ταύτην. Τοσούτων δὲ ὄντων καὶ τῶν φίλων καὶ τῶν θεραπευόντων οὐδεὶς ἐτόλμα προσπορεύεσθαι ᾽Αλεξάνδρῳ· τοιοῦτον ἐγεγόνει τὸ περὶ αὐτὸν ἀξίωμα. Ἔγραψεν δὲ καί ποτε ᾽Αλέξανδρος ταῖς ἐν ᾽Ιωνίᾳ πόλεσιν καὶ πρώτοις Χίοις, ὅπως αὐτῷ πορφύραν (540) ἀποστείλωσιν. Ἤθελεν γὰρ τοὺς ἑταίρους ἅπαντας ἁλουργὰς ἐνδῦσαι στολάς. Ἀναγνωσθείσης δὲ τῆς ἐπιστολῆς Χίοις παρὼν Θεόκριτος ὁ σοφιστὴς  νῦν ἐγνωκέναι ἔφη τὸ παρ' ῾Ομήρῳ εἰρημένον· 

Ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή. 

 

  [πάνω]

 

56. ᾽Αντίοχον δὲ τὸν Γρυπὸν ἐπικαλούμενον βασιλέα φησὶ Ποσειδώνιος ἐν τῇ ὀγδόῃ και εἰκοστῇ τῶν Ἱστοριῷν τὰς ἐπὶ Δάφνῃ πανηγύρεις ἐπιτελοῦντα (540b) ὑποδοχας λαμπρὰς ἐπιτελεῖν. Ἐν αἷς τὸ μὲν πρῶτον ἀναδόσεις ἐγίγνοντο ὁλομελῶν βρωμάτων, εἷτ᾽ ἤδη καὶ ζώντων χηνῶν καὶ λαγωῶν καὶ δορκάδων. Ἀνεδίδοντο δέ, φησίν, καὶ χρυσοῖ στέφανοι τοῖς δειπνοῦσιν καὶ ἀργυρωμάτων πλῆθος καὶ θεραπόντων καὶ ἵππων καὶ καμήλων. Ἔδει τε ἀναβάντα ἐπὶ τὴν κάμηλον ἕκαστον πιεῖν καὶ λαβεῖν τὴν κάμηλον καὶ τὰ ἐπὶ τὴν κάμηλον καὶ τὸν παρεστῶτα παῖδα. Ἐν δὲ τῇ τεσσαρεσκαιδεκάτῃ περὶ τοῦ ὁμωνύμου αὐτοῦ ᾽Αντιόχου λέγων τοῦ ἐπ᾽ (540c) ᾽Αρσάκην εἰς Μηδίαν στρατεύσαντός φησιν ὅτι ὑποδοχὰς ἐποιεῖτο καθ' ἡμέραν ὀχλικάς· ἐν αἷς χωρὶς τῶν ἀναλισκομένων καὶ ἐκφατνιζομένων σωρευμάτων ἕκαστος ἀπέφερε τῶν ἑστιατόρων ὁλομελῇ κρέα χερσαίων τε καὶ πτηνῶν καὶ θαλαττίων ζῴων ἀδιαίρετα ἐσκευασμένα, ἅμαξαν πληρῶσαι δυνάμενα· καὶ μετὰ ταῦτα μελιπήκτων καὶ στεφάνων ἐκ σμύρνης καὶ λιβανωτοῦ σὺν ἀνδρομήκεσι λημνίσκων χρυσῶν πιλήμασιν πλήθη. 

 

57. Κλύτος δ' ὁ ᾽Αριστοτελικὸς ἐν τοῖς περὶ Μιλήτου Πολυκράτην φησὶ τὸν Σαμίων τύραννον ὑπὸ τρυφῆς τὰ πανταχόθενι συνάγειν, κύνας μὲν ἐξ (540c) Ἠπείρου, αἷγας δὲ ἐκ Σκύρου, ἐκ δὲ Μιλήτου πρόρατα, ὗς δ' ἐκ Σικελίας. ῎Αλεξις δ' ἐν τρίτῳ Σαμίων ῞Ωρων ἐκ πολλῶν πόλεών φησιν κοσμηθῆναι τὴν Σάμον ὑπὸ τοῦ Πολυκράτους, κύνας μὲν Μολοττικὰς καὶ Λακαίνας εἰσαγαγόντος, αἷγας δ' ἐκ Σκύρου καὶ Νάξου, πρόρατα δ' ἐκ Μιλήτου καὶ τῆς ᾽Αττικῆς· μετεστέλλετο δέ, φησί, καὶ τεχνίτας ἐπὶ μισθοῖς μεγίστοις. Πρὸ δὲ τοῦ τυραννῆσαι (540e) κατασκευασάμενος στρωμνὰς πολυτελεῖς καὶ ποτήρια ἐπέτρεπε χρῆσθαι τοῖς ἢ γάμον ἢ μείζονας ὑποδοχὰς ποιουμένοις,

᾽Εκ πάντων οὖν τούτων ἄξιον θαυμάζειν τὸν τύραννον ὅτι οὐδαμόθεν ἀναγέγραπται γυναῖκας ἢ παῖδας μεταπεμψάμενος, καίτοι περὶ τὰς τῶν ἀρρένων ὁμιλίας ἐπτοημένος, ὡς καὶ ἀντερᾶν ᾽Ανακρέοντι τῷ ποιητῇ ὅτε καὶ δι' ὀργὴν ἀπέκειρε τὸν ἐρώμενον, πρῶτος δ' ὁ Πολυκράτης καὶ ναῦς τινας πήξας ἀπὸ τῆς πατρίδος Σαμαίνας ἐκάλεσεν. 

(540f) Κλεαρχος δέ φησιν ὡς Πολυκράτης ὁ τῆς ἁβρᾶς Σάμου τύραννος διὰ τὴν περὶ τὸν βίον ἀκολασίαν ἀπώλετο, ζηλώσας τὰ Λυδῶν μαλακά. Ὅθεν τῷ τ' ἐν Σάρδεσιν ᾽Αγκῶνι Γλυκεῖ προσαγορευομένῳ τὴν παρὰ τοῖς Σαμίοις λαύραν ἀντικατεσκεύασεν ἐν τ ῇ πόλει καὶ τοῖς Λυδῶν ἄνθεσιν ἀντέπλεξε τὰ διαγγελθέντα Σαμίων ἄνθεα. Τούτων δὲ ἡ μὲν Σαμίων λαύρα στενωπή τις ἧν γυναικῶν δημιουργῶν πλήθουσα καὶ τῶν πρὸς ἀπόλαυσιν καὶ ἀκρασίαν πάντων βρωμάτων ὄντως ἐνέπλησε τὴν (541) Ἑλλ άδα· τὰ δε Σαμίων ἄνθη γυναικῶν και ἀνδρῶν κάλλη διάφορα. Ἔτι δὲ τῆς συμπάσης πόλεως ἐν ἑορταῖς τε καὶ μέθαις... Καὶ ταῦτα μὲν ὁ Κλέαρχος. Οἷδα δὲ κἀγὼ παρὰ τοῖς ἐμοῖς ᾽Αλεξανδρεῦσιν λαύραν τινὰ καλουμένην μέχρι καὶ νῦν Εὐδαιμόνων, ἐν ᾗ πάντα τὰ πρὸς τρυφὴν ἐπωλεῖτο. 

 

58. ᾽Αλκισθένην δὲ τὸν Συραρίτην φησὶν Ἀριστοτέλης ἐν τοῖς Θαυμασίοις ὑπο τρυφῆς ἱμ άτιον τοιοῦτον κατασκευάσασθαι τῇ πολυτελείᾳ ὡς προτίθεσθαι αὐτὸ ἐπὶ Λακινίου ἐν τῇ πανηγύρει τῆς ῞Ηρας, εἰς ἥν συμπορεύονται πάντες ᾽Ιταλιῶται, (541b) καὶ τῶν δεικνυμένων μ άλιστα πάντων ἐκεῖνο θαυμάζεσθαι. Οὗ φασι κυριεύσαντα Διονύσιον τὸν πρεσβύτερον ἀποδόσθαι Καρχηδονίοις ρ' καὶ κ' ταλάντων. Ἱστορεῖ δὲ καὶ Πολέμων περὶ αὐτοῦ ἐν τῷ ἐπιγραφομένῳ περὶ τῶν ἐν Καρχηδόνι Πέπλων. Περὶ δὲ Σμινδυρίδου τοῦ Συβαρίτου καὶ τῆς τούτου τρυφῆς ἱστόρησεν ῾Ηρόδοτος ἐν τ ῇ ἕκτῃ ὡς ἀποπλέων ἐπὶ τὴν μνηστείαν τῆς Κλεισθένους τοῦ Σικυωνίων τυράννου θυγατρὸς ᾽Αγαρίστης, φησίν, «Ἀπὸ μὲν ᾽Ιταλίης ἦλθε Σμινδυρίδης ὁ ῾Ιπποκράτεος Συβαρίτης, ὅς ἐπὶ πλεῖστον δὴ χλιδῆς εἷς (541c) ἀνὴρ ἀφίκετο.» Εἵποντο γοῦν αὐτῷ χίλιοι μάγειροι καὶ ὀρνιθευταί. Ἱστορεῖ περὶ αὐτοῦ καὶ Τίμαιος διὰ τῆς ἑβδόμης.

Περὶ δὲ τῆς Διονυσίου τοῦ νεωτέρου Σικελίας τυράννου τρυφῆς Σάτυρος ὁ Περιπατητικὸς ἱστορῶν ἐν τοῖς Βίοις πληροῦσθαί φησιν παρ' αὐτῷ τριακοντακλίνους οἴκους ὑπὸ τῶν εὐωχουμένων. Καὶ Κλέαρχος δὲ ἐν τῷ τετάρτῳ τῶν Βίων γράφει οὕτως· «Διονύσιος δ' ὁ Διονυσίου ἁπάσης γενόμενος Σικελίας ἀλάστωρ εἰς τὴν Λοκρῶν πόλιν (541d) παρελθὼν οὖσαν αὐτῷ μητρόπολιν (Δωρὶς γὰρ ἡ μήτηρ αὐτοῦ τὸ γένος ἦν Λοκρίς) στρώσας οἶκον τῶν ἐν τ ῇ πόλει τὸν μέγιστον ἑρπύλλοις καὶ ῥόδοις μετεπέμπετο μὲν ἐν μέρει τὰς Λοκρῶν παρθένους καὶ γυμνὸς μετὰ γυμνῶν οὐδὲν αἰσχύνης παρέλιπεν ἐπὶ τοῦ στρώματος κυλινδούμενος. Τοιγαροῦν μετ᾽ οὐ πολὺν χρόνον οἱ ὑβρισθέντες γυναῖκα καὶ τέκνα ἐκείνου λαβόντες ὑποχείρια ἐπὶ τῆς ὁδοῦ στήσαντες μεθ' ὕβρεως ἐνηκολάσταινον αὐτοῖς· καὶ ἐπεὶ τῆς ὕβρεως πλήρεις ἐγένοντο, κεντοῦντες ὑπὸ τοὺς (541e) τῶν χειρῶν ὄνυχας βελόναις ἀνεῖλον αὐτούς. Καὶ τελευτησάντων τὰ μὲν ὀστᾶ κατέκοψαν ἐν ὅλμοις, τὰ δὲ λοιπὰ κρεανομησάμενοι ἐπηράσαντο τοῖς μὴ γευσαμένοις αὐτῶν· ὅθεν πρὸς τὴν ἀνόσιον ἀρὰν κατήλεσαν αὐτῶν τὰς σάρκας, ίν' ἡ τροφὴ σιτοποιουμένων κατεδεσθῇ· τὰ δὲ λείψανα κατεπόντωσαν. Αὐτὸς δὲ Διονύσιος τέλος μητραγυρτῶν καὶ τυμπανοφορούμενος οἰκτρῶς τὸν βίον κατέστρεψεν. Εὐλαβητέον οὖν τὴν καλουμένην τρυφὴν οὖσαν τῶν βίων ἀνατροπὴν ἁπάντων τε ὀλέθριον ἡγεῖσθαι τὴν ὕβριν.» 

 

59. Διόδωρος δ' ὁ Σικελιώτης ἐν τοῖς περὶ Βιβλιοθήκης (541f) ᾽Ακραγαντίνους φησὶ κατασκευάσαι Γέλωνι κολυμβήθραν πολυτελῆ τὸ περίμετρον ἔχουσαν σταδίων ζ', βάθος δὲ πηχῶν κ', εἰς ἥν ἐπαγομένων ποταμίων καὶ κρηναίων ὑδάτων ἰχθυοτροφεῖον εἶναι καὶ πολλοὺς παρέχεσθαι ἰχθῦς εἰς τὴν τρυφὴν καὶ ἀπόλαυσιν τῷ Γέλωνι· καθίπτασθαι δὲ καὶ κύκνων πλῆθος εἰς αὐτήν, ὡς γίνεσθαι ἐπιτερπεστάτην τὴν θέαν. Ὕστερον, δὲ αὕτη διεφθάρη (542) καταχωσθεῖσα. Δοῦρις δὲ ἐν τῇ δ ' τῶν περὶ ᾽Αγαθοκλέα καὶ πλησίον ῾Ιππωνίου πόλεως ἄλσος τι δείκνυσθαι κάλλει διάφορον καὶ κατάρρυτον ὕδασιν, ἐν ᾧ καὶ τόπον τινὰ εἶναι καλούμενον ᾽Αμαλθείας Κέρας, ὃ τὸν Γέλωνα κατασκευάσαι, Σιληνὸς δ' ὁ Καλακτῖνος ἐν τρίτῳ Σικελικῶν περὶ Συρακούσας φησὶν κῆπον εἱναι πολυτελῶς κατεσκευασμένον ὅν καλεῖσθαι Μῦθον, ἐν ᾧ χρηματίζειν ῾Ιέρωνα τὸν βασιλέα. Ἡ δὲ Πανορμῖτις τῆς Σικελίας πᾶσα κῆπος προσαγορεύεται διὰ τὸ πᾶσα εἷναι πλήρης δένδρων ἡμέρων, ὥς φησιν Καλλίας ἐν ὀγδόῃ τῶν (542b) περὶ ᾽Αγαθοκλέα ῾Ιστοριῶν, Ποσειδώνιος δ' ἐν τ ῇ ὀγδόῃ τῶν ῾Ιστοριῶν περὶ Δαμοφίλου λέγων τοῦ Σικελιώτου, δι' ὃν ὁ δουλικὸς ἐκινήθη πόλεμος, ὅτι τρυφῆς ἦν οἰκεῖος, γράφει καὶ ταῦτα· «Τρυφῆς οὖν δοῦλος ἦν καὶ κακουργίας, διὰ μὲν τῆς χώρας τετρακύκλους ἀπήνας περιαγόμενος καὶ ἵππους καὶ θεράποντας ὡραίους καὶ παραδρομὴν ἀνάγωγον κολάκων τε καὶ παίδων στρατιωτικῶν. Ὕστερον δὲ πανοικίᾳ ἐφυβρίστως κατέστρεψε τὸν βίον ὑπὸ τῶν οἰκετῶν περιυβρισθείς.» 

 

60. (542c) Δημήτριος δ' ὁ Φαληρεύς, ὥς φησι Δοῦρις ἐν τῇ ἐκκαιδεκάτῃ τῶν Ἱστοριῶν, χιλίων καὶ διακοσίων ταλάντων κατ' ἐνιαυτὸν κύριος γενόμενος καὶ ἀπὸ τούτων βραχέα δαπανῶν εἰς τοὺς στρατιώτας καὶ τὴν τῆς πόλεως διοίκησιν τὰ λοιπὰ πάντα διὰ τὴν ἔμφυτον ἀκρασίαν ἠφάνιζεν, θοίνας καθ' ἑκάστην ἡμέραν λαμπρὰς ἐπιτελῶν καὶ πλῆθός τι συνδείπνων ἔχων. Καὶ ταῖς μὲν δαπάναις ταῖς εἰς τὰ δεῖπνα τοὺς Μακεδόνας ὑπεβέραλλε, τῇ δὲ καθαρειότητι Κυπρίους καὶ φοίνικας· ῥάσματά τε μύρων ἔπιπτεν (542d) ἐπὶ τὴν γῆν, ἀνθινά τε πολλὰ τῶν ἐδαφῶν ἐν τοῖς ἀνδρῶσιν κατεσκευάζετο διαπεποικιλμένα ὑπὸ δημιουργῶν, ἦσαν δὲ καὶ πρὸς γυναῖκας ὁμιλίαι σιωπιύμεναι καὶ νεανίσκων ἔρωτες νυκτερινοί, καὶ ὁ τοῖς ἄλλοις τιθέμενος θεσμοὺς Δημήτριος καὶ τοὺς βίους τάττων ἀνομοθέτητον ἑαυτῷ τὸν βίον κατεσκεύαζεν. Ἐπεμελεῖτο δὲ καὶ τῆς ὄψεως, τήν τε τρίχα τὴν ἐπὶ τῆς κεφαλῆς ξανθιζόμενος καὶ παιδέρωτι τὸ πρόσωπον ὑπαλειφόμενος καὶ τοῖς ἄλλοις ἀλείμμασιν ἐγχρίων ἑαυτόν· ἠβούλετο γὰρ τὴν ὄψιν ἱλαρὸς καὶ τοῖς ἀπαντῶσιν ἡδὺς φαίνεσθαι. (542e) Ἐν δὲ τῇ πομπῇ τῶν Διονυσίων ἣν ἔπεμψεν ἄρχων γενόμενος, ᾖδεν ὁ χορὸς εἰς αὐτὸν ποιήματα Καστορίωνος τοῦ Σολεως, ἐν οἷς ἡλιόμορφος προοηγορεύετο·

Ἐξόχως δ᾽ εὐγενέτας ἡλιόμορφος ζαθέοισ' ἄρχων

σε τιμαῖσι γεραίρει.

Καρύστιος δὲ ὁ Περγαμηνὸς ἐν τρίτῳ ῾Υπομνημάτων «Δημήτριος,» φησίν, « ὁ Φαληρεὺς ῾Ιμεραίου τοῦ ἀδελφοῦ ἀναιρεθέντος ὑπ' ᾽Αντιπάτρου αὐτὸς μετὰ Νικάνορος διέτριρεν, αἰτίαν ἔχων ὡς τὰ (542f)  ἐπιφάνεια τοῦ ἀδελφοῦ θύων. Κασάνδρῳ δὲ γενόμενος φίλος μέγα ἴσχυσεν. Καὶ κατ' ἀρχὰς μὲν ἦν αὐτοῦ τὸ ἄριστον ὀξύραφα παντοδαπὰς ἐλάας ἔχοντα καὶ τυρὸν νησιωτικόν. Ὡς δ' ἐπλούτησε, Μοσχίωνα τὸν ἄριστον τῶν τότε μαγείρων καὶ δειπνοποιῶν ἐωνήσατο, καὶ τοσαῦτα ἦν αὐτῷ τὰ ἐν δείπνοις παρασκευαζόμενα καθ' ἡμέραν ὥστε χαρισαμένου τῷ Μοσχίωνι τὰ λείψανα Μοσχίων ἐν ἔτεσι δύο τρεῖς συνοικίας ἐωνήσατο παῖδάς τε ἐλευθέρους ὕβριζεν καὶ γυναῖκας τὰς τῶν ἐπι φανεοτάτων, ἐζηλοτύπουν δὲ πάντες οἱ παῖδες τὸν ἐρώμενον αὐτοῦ Δίογνινι, καὶ τοσοῦτον ἦν τῷ Δημητρίῳ, προσελθεῖν ὥστε μετ' ἄριστον αὐτοῦ (543) περιπατήσαντος παρὰ τοὺς Τριποδας συνῆλθον εἰς τὸν τόπον παῖδες οἱ κάλλιστοι ταῖς ἑξῆς ἡμέραις, ἵν' ὀφθεῖεν αὐτῷ,»

 

  [πάνω]

 

61. Νικόλαος δ' ὁ Περιπατητικὸς ἐν τῇ δεκάτῃ καὶ ἑκατοστῇ τῶν ῾Ιστοριῶν Λεύκολλόν φησιν ἀφικόμενον εἰς ῾Ρώμην καὶ θριαμβεύσαντα λόγον τε ἀποδόντα τοῦ πρὸς Μιθριδάτην πολέμου ἐξοκεῖλαι εἰς πολυτελῆ δίαιταν ἐκ τῆς παλαιᾶς σωφροσύνης τρυφῆς τε πρῶτον εἰς ἅπαν ῾Ρωμαίοις ἡγεμόνα γενέσθαι, καρπωσάμενον δυεῖν βασιλέων πλοῦτον Μιθριδάτου καὶ Τιγράνου. Διαβόητος δ' ἦν παρὰ (543b) Ρωμαίοις καὶ Σίττιος ἐπὶ τρυφῇ καὶ μαλακίᾳ ὥς φησι ῾Ρουτίλιος. Περὶ γὰρ ᾽Απικίου προειρήκαμεν. Παυσανίαν δὲ καὶ Λύσανδρον ἐπὶ τρυφῇ διαβοήτους γενέσθαι σχεδὸν πάντες ἱστοροῦσι. Διόπερ καὶ ῟Αγις ἐπὶ Λυσάνδρου ἔφη ὅτι « Δεύτερον τοῦτον ἡ Σπάρτη φέρει Παυσανίαν.» Θεόπομπος δὲ ἐν τῇ δεκάτῃ τῶν ῾Ελληνικῶν τἀναντία φησὶ περὶ τοῦ Λυσάνδρου, ὅτι «Φιλόπονος ἦν καὶ θεραπεύειν δυνάμενος καὶ ἰδιώτας καὶ βασιλεῖς, σώφρων ὢν καὶ τῶν ἡδονῶν ἁπασῶν κρείττων. Γενόμενος γοῦν τῆς ῾Ελλάδος σχεδὸν ἁπάσης (543c) κύριος ἐν οὐδεμιᾷ φανήσεται τῶν πόλεων οὔτε πρὸς τὰς ἀφροδισίους ἡδονὰς ὁρμήσας οὔτε μέθαις καὶ πότοις ἀκαίροις χρησάμενος.»

 

62. Οὕτω δὲ παρὰ τοῖς ἀρχαίοις τὰ τῆς τρυφῆς καὶ τῆς πολυτελείας ἠσκεῖτο ὡς καὶ Παρράσιον τὸν Ἐφέσιον ζωγραφον πορφύραν ἀμπέχεσθαι, χρυσοῦν στέφανον ἐπὶ τῆς κεφαλῆς ἔχοντα, ὡς ἱστορεῖ Κλέαρχος ἐν τοῖς Βίοις. Οὗτος γὰρ παρὰ μέλος ὑπὲρ τὴν γραφικὴν τρυφήσας λόγῳ τῆς ἀρετῆς ἀντελαμβάνετο καὶ ἐπέγραφεν τοῖς ὑπ' αὐτοῦ ἐπιτελουμένοις ἔργοις·

(543d) Ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων τάδ' ἔγραψεν.

Καί τις ὑπεραλγήσας ἐπὶ τούτῳ παρέγραψεν «Ῥαβδοδίαιτος ἀνήρ.» Ἐπέγραψεν δ' ἐπὶ πολλῶν ἔργων αὐτοῦ καὶ τάδε·

Ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων τάδ' ἔγραψεν

Παρράσιος κλεινῆς πατρίδος ἐξ ᾽Εφέσου.

Οὐδὲ πατρὸς λαθόμην Εὐήνορος, ὅς ῥά μ' ἔφυσε

γνήσιον, ῾Ελλήνων πρῶτα φέροντα τέχνης.

Ηὔχησε δ' ἀνεμεσήτως ἐν τούτοις·

(543e)  Εἰ καὶ ἄπιστα κλύουσι, λέγω τάδε· φημὶ γὰρ ἤδη 

τέχνης εὑρῆσθαι τέρματα τῆσδε σαφῆ

χειρὸς ὑφ' ἡμετέρης· ἀνυπέρβλητος δὲ πέπηγεν

οὖρος·  ἀμώμητον δ' οὐδὲν ἔγενετο βροτοῖς.

 Ἀγωνιζόμενος δέ ποτε πρὸς καταδεέστερον ἐν Σάμῳ τὸν Αἴαντα καὶ ἡττηθείς, συναχθομένων αὐτῷ τῶν φίλων, ἕφη ὡς αὐτὸς μὲν ὀλίγον φροντίζοι, Αἴαντι δὲ συνάχθοιτο δεύτερον ἡττηθέντι. (543f) ἐφόρει δὲ ὑπὸ τρυφῆς πορφυρίδα καὶ στρόφιον λευκὸν ἐπὶ τῆς κεφαλῆς εἷχεν σκίπωνί τε ἐπεστηρίζετο χρυσᾶς ἴλικας ἐμπεπαισμένῳ χρυσοῖς τε ἀνασπαστοῖς ἐπέσφιγγε τῶν βλαυτῶν τοὺς ἀναγωγέας, ἀλλ' οὐδὲ τὰ κατὰ τὴν τέχνην ἀηδῶς ἐποιεῖτο ἀλλὰ ῥᾳδίως, ὡς καὶ ᾄδειν γράφοντα, ὡς ἱστορεῖ Θεόφραστος ἐν τῷ περὶ Εὐδαιμονίας. Τερατευόμενος δὲ ἔλεγεν, ὅτε τὸν ἐν Λίνδῳ ῾Ηρακλέα ἔγραφεν, ὡς ὄναρ αὐτῷ ἐπιφαινόμενος ὁ θεὸς σχηματίζοι αὑτὸν πρὸς τὴν τῆς γραφῆς ἐπιτηδειότητα. Ὅθεν καὶ ἐπέγραψεν τῷ πίνακι·

(544) Οἷος δ' ἐννύχιος φαντάζετο πολλάκι φοιτῶν

Παρρασιῳ δι' ὕπνου, τοῖος ὅδ' ἐστὶν ὁρᾶν.

 

63. Καὶ φιλοσόφων δὲ αἱρέσεις ὅλαι τῆς περὶ τὴν τρυφὴν αἱρέσεως ἀιτεποιήσαντο· καὶ ἥ γε Κυρηναϊκὴ καλουμένη ἀπ' ᾽Αριστίππου τοῦ Σωκρατικοῦ τὴν ἀρχὴν λαβοῦσα, ὃς ἀποδεξάμενος τὴν ἡδυπάθειαν ταύτην τέλος εἷναι ἔφη καὶ ἐν αὐτῇ τἡν εὐδαιμονίαν βεβλῆσθαι· καὶ μονόχρονον αὐτὴν εἶναι, παραπλησίως τοῖς ἀσώτοις οὔτε τὴν μνήμην τῶν γεγονυιῶν ἀπολαύσεων πρὸς αὑτὸν ἡγούμενος (544b) οὔτε τὴν ἐλπίδα τῶν ἐσομένων, ἀλλ' ἑνὶ μόνῳ τὸ ἀγαθὸν κρίνων τῷ παρόντι, τὸ δὲ ἀπολελαυκέναι καὶ ἀπολαύσειν οὐδὲν νομίζων πρὸς αὑτόν, τὸ μὲν ὡς οὐκέτ' ὄν, τὸ δὲ οὔπω καὶ ἄδηλον· ὁποῖον καὶ οἱ τρυφῶντες πάσχουσι τὸ παρὸν εὖ ποιεῖν ἀξιοῦντες. Ὡμολόγησεν δ' αὐτοῦ τῷ δόγματι καὶ ὁ βίος, ὃν ἐβίωσεν ἐν πάσῃ τρυφῇ καὶ πολυτελείᾳ μύρων καὶ ἐσθήτων καὶ γυναικῶν. 

Λαίδα γοῦν ἀναφανδὸν εἶχε τὴν ἑταίραν καὶ ταῖς Διονυσίου πολυτελείαις (544c) ἔχαιρεν καίτοι πολλάκις ἐνυβριζόμενος. ῾Ηγήσανδρος γοῦν φησιν ὡς καὶ ἀδόξου ποτὲ κλισίας παρ' αὐτῷ τυχὼν ἤνεγκεν ἐρωτήσαντός τε τοῦ Διονυσίου τί φαίνεται ἡ κατάκλισις πρὸς τὴν χθὲς ἔφησεν παραπλησίαν εἷναι. «Ἐκείνη τε γάρ,» ἔφησεν, «ἀδοξεῖ τήμερον χωρισθεῖσα ἐμοῦ, χθὲς δὲ πασῶν ἦν ἐνδοξοτάτη δι' ἡμᾶς, αὕτη τε τήμερον καὶ ἔνδοξος γέγονεν διὰ τὴν ἡμετέραν παρουσίαν, χθὲς δὲ ἠδόξει μὴ παρόντος ἐμοῦ.» Καὶ ἐν ἄλλοις δέ (544e) φησιν ὁ ῾Ηγήσανδρος· «᾽Αρίστιππος ῥαινόμενος μὲν ὑπὸ τῶν τοῦ Διονυσίου θεραπόντων, σκωπτόμενος δ' ἐπὶ τῷ ἀνέχεσθαι ὑπ' ᾽Αντιφῶντος, "εἰ δ᾽ ἁλιευόμενος ἐτύγχανον," ἔφη, "καταλιπὼν τὴν ἐργασίαν ἂν ἀπῆλθον;» Διέτριβεν δ' ὁ ᾽Αρίστιππος τὰ πολλὰ ἐν Αἰγίνῃ τρυφῶν· διὸ καὶ ὁ Ξενοφῶν ἐν τοῖς ᾽Απομνημονεύμασί φησιν ὅτι πολλάκις ἐνουθέτει αὐτὸν ὁ Σωκράτης καὶ τὴν ἠθοποιίαν πλάσας τῆς ᾽Αρετῆς καὶ τῆς ῾Ηδονῆς εἰσῆγεν. Ὁ δ' ᾽Αρίστιππος ἐπὶ τῆς Λαίδος ἔλεγεν «Ἔχω καὶ οὐκ ἔχομαι.» Καὶ παρὰ Διονυσίῳ διηνέχθη τισὶ περὶ τῆς ἐκλογῆς (544e) τῶν τριῶν γυναικῶν, καὶ μύροις ἐλούετο καὶ ἔφασκεν ὅτι·

Κἀν βακχεύμασιν

οὖσ' ἥ γε σώφρων οὐ διαφθαρήσεται.

Κωμῳδῶν δὲ αὐτὸν ῎Αλεξις ἐν Γαλατείᾳ ποιεῖ τινα θεράποντα διηγούμενον περί τινος τῶν μαθητῶν τάδε·

Ὁ δεσπότης οὑμὸς περὶ λόγους γάρ ποτε

διέτριψε μειρακίσκος ὢν καὶ φιλοσοφεῖν

ἐπέθετο. Κυρηναῖος ἦν ἐνταῦθά τις,

ὥς φασ᾽, ᾽Αρίστιππος, σοφιστὴς εὐφυής,

(544f) μᾶλλον δὲ πρωτεύων ἁπάντων τῶν τότε

ἀκολασίᾳ τε τῶν γεγονότων διαφέρων.

Τούτῳ τάλαντον δοὺς μαθητὴς γίνεται

ὁ δεσπότης, καὶ τὴν τέχνην μὲν οὐ πάνυ

ἐξέμαθε, τὴν δ' ἀρτηρίαν συνήρπασεν.

᾽Αντιφάνης δ' ἐν ᾽Ανταίῳ περὶ τῆς τῶν φιλοσόφων τρυφερότητος διαλεγόμενός φησιν·

Α. Ὦ τάν, κατανοεῖς τίς ποτ' ἐστὶν οὑτοσὶ

ὁ γέρων; Β. Ἀπὸ τῆς μὲν ὄψεως ῞Ελληνικός·

(545) λευκὴ χλανίς, φαιὸς χιτωνίσκος καλός,

πιλίδιον ἁπαλόν, εὔρυθμος βακτηρία,

βαυκὶς τρυφῶσα - τί μακρὰ δεῖ λέγειν; Ὅλως

αὐτὴν ὁρᾶν γὰρ τὴν Ἀκαδημίαν δοκῶ. 

 

64. ᾽Αριστόξενος δ' ὁ μουσικὸς ἐν τῷ ᾽Αρχύτα Βίῳ ἀφικέσθαι φησὶ παρὰ Διονυσίου τοῦ νεωτέρου πρεσβευτὰς πρὸς τὴν Ταραντίνων πόλιν, ἐν οἷς εἷναι καὶ Πολύαρχον τὸν ἡδυπαθῆ ἐπικαλούμενον, ἄνδρα περὶ τὰς σωματικὰς ἡδονὰς ἐσπουδακότα (545b) καὶ οὐ μόνον τῷ ἔργῳ ἀλλὰ καὶ τῷ λόγῳ. Ὄντα δὲ γνώριμον τῷ ᾽Αρχύτᾳ καὶ φιλοσοφίας οὐ παντελῶς ἀλλότριον ἀπαντᾶν εἰς τὰ τεμένη καὶ συμπεριπατεῖν τοῖς περὶ τὸν ᾽Αρχύταν ἀκροώμενον τῶν λόγων, ἐμπεσούσης δέ ποτε ἀπορίας καὶ σκέψεως περί τε τῶν ἐπιθυμιῶν καὶ τὸ σύνολον περὶ τῶν σωματικῶν ἡδονῶν ἔφη ὁ Πολύαρχος· « Ἐμοὶ μὲν, ὦ ἄνδρες, πολλάκις ἤδη πέφηνεν ἐπισκοποῦντι κομιδῇ ἄτοπον τὸ τῶν ἀρετῶν τούτων κατασκεύασμα καὶ πολὺ τῆς φύσεως ἀφεστηκὸς εἷναι. Ἡ γὰρ φύσις ὅταν φθέγγηται τὴν ἑαυτῆς φωνήν, ἀκολουθεῖν κελεύει ταῖς ἡδοναῖς καὶ τοῦτό φησιν (545c) εἶναι νοῦν ἔχοντος· τὸ δὲ ἀντιτείνειν καὶ καταδουλοῦσθαι τὰς ἐπιθυμίας οὔτ' ἔμφρονος οὔτε εὐτυχοῦς οὔτε ξυνιέντος εἶναι τίς ποτε ἐστὶν ἡ τῆς ἀνθρωπίνης φύσεως σύστασις· τεκμήριον δ' ἰσχυρὸν εἷναι τὸ πάντας ἀνθρώπους, ὅταν ἐξουσίας ἐπιλάβωνται μέγεθος ἀξιόχρεων ἐχούσης, ἐπὶ τὰς σωματικὰς ἡδονὰς καταφέρεσθαι καὶ τοῦτο νομίζειν τέλος εἷναι τῆς ἐξουσίας, τὰ δὲ ἄλλα πάντα σχεδὸν ἁπλῶς εἰπεῖν ἐν παρέργου τίθεσθαι χώρᾳ. Προφέρειν δ' ἔξεστι νῦν μὲν τοὺς Περσῶν βασιλεῖς (545d) καὶ εἴ τίς που τυραννίδος ἀξιολόγου κύριος ὢν τυγχάνει πρότερον δὲ τούς τε Λυδῶν καὶ τοὺς Μήδων καὶ ἔτι ἀνώτερον καὶ τοὺς Σύρων· οἷς οὐδὲν γένος ἡδονῆς ἀζήτητον γενέσθαι, ἀλλὰ καὶ δῶρα παρὰ τοῖς Πέρσαις προκεῖσθαι λέγεται τοῖς δυναμένοις ἐξευρίσκειν καινὴν ἡδονήν· καὶ μάλα ὀρθῶς. Ταχὺ γὰρ ἡ ἀνθρωπίνη φύσις ἐμπίπλαται τῶν χρονιζουσῶν ἡδονῶν, κἂν ὦσιν σφόδρα διηκριβωμέναι· ὥστε ἐπεὶ μεγάλην ἔχει δύναμιν ἡ καινότης πρὸς τὸ μείζω φανῆναι τὴν ἡδονήν, οὐκ (545e) ὀλιγωρητέον, ἀλλὰ πολλὴν ἐπιμέλειαν αὐτῆς ποιητέον, διὰ ταύτην δὲ τὴν αἰτίαν πολλὰ μὲν ἐξευρεθῆναι βρωμάτων εἴδη, πολλὰ δὲ πεμμάτων, πολλὰ δὲ θυμιαμάτων καὶ μύρων, πολλὰ δὲ ἱματίων καὶ στρωμάτων καὶ ποτηρίων καὶ τῶν ἄλλων σκευῶν· πάντα γὰρ δὴ ταῦτα συμβάλλεσθαί τινας ἡδονάς, ὅταν ᾖ ἡ ὑποκειμένη ὕλη τῶν θαυμαζομένων ὑπὸ τῆς ἀνθρωπίνης φύσεως· ὃ δὴ πεπονθέναι δοκεῖ ὅ τε χρυσὸς καὶ ἄργυρος καὶ τὰ πολλὰ τῶν εὐοφθάλμων τε καὶ σπανίων, ὅσα καὶ (545f) κατὰ τὰς ἀπεργαζομένας τέχνας διηκριρωμένα φαίνεται,»

 

65. Εἰπὼν δὲ τούτοις ἑξῆς τὰ περὶ τῆς θεραπείας τῆς τοῦ Περσῶν βασιλέως, οἵους καὶ ὅσους ἔχει θεραπευτῆρας, καὶ περὶ τῆς τῶν ἀφροδισίων αὐτοῦ χρήσεως καὶ τῆς περὶ τὸν χρῶτα αὐτοῦ ὀδμῆς καὶ τῆς εὐμορφίας καὶ τῆς ὁμιλίας καὶ περὶ τῶν θεωρημάτων καὶ τῶν ἀκροαμάτων, εὐδαιμονέστατον ἕφη κρῖναι τῶν νῦν τὸν τῶν Περσῶν βασιλέα. « Πλεῖσται γάρ είσιν αὐτῷ καὶ τελειόταται παρεσκευασμέναι ἡδοναί. Δεύτερον δέ,» φησί, « τὸν ἡμέτερον τύραννον θείῃ τις ἂν καίπερ πολὺ λειπόμενον· (546) ἐκεινῳ μὲν γὰρ ἥ τε ᾽Ασία ὅλη χορηγεῖ... τὸ δὲ Διονυσίου χορηγεῖον παντελῶς ἂν εὐτελές τι φανείη πρὸς ἐκεῖνο συγκρινόμενον. Ὅτι μὲν οὖν περιμάχητός ἐστιν ὁ τοιοῦτος βίος φανερὸν ἐκ τῶν συμβεβηκότων. Σύρους μὲν γὰρ Μῆδοι μετὰ τῶν μεγίστων κινδύνων ἀφείλαντο  την βασιλείαν οὐκ ἄλλου τινὸς ἕνεκα ἥ τοῦ κυριεῦσαι τῆς Σύρων ἐξουσίας, Μήδους δὲ Πέρσαι διὰ τὴν αὐτὴν αἰτίαν· αὕτη δ' ἐστὶν ἡ τῶν σωματικῶν ἡδονῶν ἀπόλαυσις. Οἱ δἐ νομοθέται ὁμαλίζειν βουληθέντες τὸ τῶν (546b) ἀνθρώπων γένος καὶ μηδένα τῶν πολιτῶν τρυφᾶν, ἀνακῦψαι πεποιήκασι τὸ τῶν ἀρετῶν εἷδος καὶ ἔγραψαν νόμους περὶ συναλλαγμάτων καὶ τῶν ἄλλων ὅσα ἐδόκει πρὸς τὴν πολιτικὴν κοινωνίαν ἀναγκαῖα εἷναι καὶ δὴ καὶ περὶ ἐσθῆτος καὶ τῆς λοιπῆς διαίτης, ὅπως ᾗ ὁμαλής, πολεμούντων οὗν τῶν νομοθετῶν τῷ τῆς πλεονεξίας γένει πρῶτον μὲν ὁ περὶ τὴν δικαιοσύνην ἔπαινος ηὐξήθη, καί πού τις καὶ ποιητὴς ἐφθέγξατο·

Δικαιοσύνας τὸ χρύσεον πρόσωπον,

καὶ πάλιν ·

τὸ χρύσεον ὄμμα τὸ τᾶς Δίκας.

Ἀπεθεώθη δὲ καὶ αὐτὸ τὸ τῆς Δίκης ὄνομα ὥστε (546c) παρ' ἐνίοις καὶ βωμοὺς καὶ θυσίας γίνεσθαι Δίκῃ. Μετὰ ταύτην δὲ καὶ Σωφροσύνην καὶ ᾽Εγκράτειαν ἐπεισεκόμισανι καὶ πλεονεξίαν ἐκάλεσαν τὴν ἐν ἀπολαύσεσιν ὑπεροχήν· ὥστε τὸν πειθαρχοῦντα τοῖς νόμοις καὶ τῇ τῶν πολλῶν φήμῃ μετριάζειν περὶ τὰς σωματικὰς ἡδονάς,»

 

  [πάνω]

 

66. Καὶ Δοῦρις δέ φησιν ἐν τῇ κγ' τῶν ῾Ιστοριῶν ὡς ἦν τὸ παλαιὸν τοῖς δυνάσταις ἐπιθυμία τῆς μέθης. Διὸ ποιεῖν τὸν ῞Ομηρον τῷ ᾽Αγαμέμνονι λοιδορούμενον τὸν ᾽Αχιλλέα καὶ λέγοντα·

Οἰνοβαρές, κυνὸς ὄμματ' ἔχων.

(546d) καὶ τὸν θάνατον δ' ἀποσημαίνων τοῦ βασιλέως φησίν· 

Ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας κείμεθα,

δεικνύων καὶ τὸν θάνατον αὐτοῦ παρ' αὐταῖς ταῖς ἐπιθυμίαις τῆς μέθης γενόμενον.

Φιλήδονος ἦν καὶ Σπεύσιππος ὁ Πλάτωνος συγ γενὴς καὶ διάδοχος τῆς σχολῆς. Διονύσιος γοῦν ὁ τῆς Σικελίας τύραννος ἐν τῇ πρὸς αὐτὸν ᾽Επιστολῃ κατὰ τῆς φιληδονίας αὐτοῦ εἰπὼν καὶ φιλαργυρίαν αὐτῷ ὀνειδίζει καὶ τὸν Λασθενείας τῆς ᾽Αρκαδικῆς ἔρωτα, ἥτις καὶ Πλάτωνος ἠκηκόει.

 

67. (546e) Οὐ μόνος δ' ᾽Αρίστιππος καὶ οἱ ἀπ' αὐτοῦ τὴν κατὰ κίνησιν ἡδονὴν ἠσπάζοντο, ἀλλὰ καὶ ᾽Επί κουρος καὶ οἱ ἀπὸ τούτου, καὶ ἵνα μὴ τοὺς καται γισμοὺς λέγω καὶ τὰ ἐπεντρώματα, ἅπερ πολλάκις προφέρεται ὁ ᾽Επίκουρος, καὶ τοὺς γαργαλισμοὺς καὶ τὰ νύγματα ἃ ἐν τῷ περὶ Τέλους εἴρηκεν, τούτων μνησθήσομαι, φησὶν γάρ· « Οὐ γὰρ ἔγωγε δύναμαι νοῆσαι τἀγαθὸν ἀφαιρῶν μὲν τὰς διὰ χυλῶν ἡδονάς, ἀφαιρῶν δὲ τὰς δι' ἀφροδισίων, ἀφαιρῶν δἐ τὰς δι' ἀκροαμάτων, ἀφαιρῶν δὲ καὶ τὰς διὰ μορφῆς κατ' ὄψιν ἡδείας κινήσεις.» Καὶ (546f) Μητρόδωρος ἐν ταῖς ᾽Επιστολαῖς φησιν· «Περὶ γαστέρα,ὦ φυσιολόγε Τιμόκρατες, περὶ γαστέρα ὁ κατὰ φύσιν βαδίζων λόγος τὴν ἅπασαν ἔχει σπου δήν.» Καὶ ὁ ᾽Επίκουρος δέ φησιν· « Ἀρχὴ καὶ ῥίζα παντὸς ἀγαθοῦ ἡ τῆς γαστρὸς ἡδονή· καὶ τὰ σοφὰ καὶ τὰ περισσὰ ἐπὶ ταύτην ἔχει τὴν ἀναφοράν.» Κἀν τῷ περὶ Τέλους δὲ πάλιν φησίν· «Τιμητέον τὸ καλὸν καὶ τὰς ἀρετὰς καὶ τὰ τοιουτότροπα, ἐὰν ἡδονὴν παρασκευάζη· ἐὰν δὲ μὴ παρασκεύαζη, χαίρειν ἐα τέον,» σαφῶς ὑπουργὸν ἐν τούτοις ποιῶν τὴν ἀρετὴν (547) τῆς ἡδονῆς καὶ θεραπαινης τάξιν ἐπέχουσαν, κἀν ἄλ λοις δέ φησιν· «Προσπτύω τῷ καλῷ καὶ τοῖς κενῶς αὐτὸ θαυμάζουσιν, ὅταν μηδεμίαν ἡδονὴν ποιῇ.»

 

68. Καλῶς ἄρα ποιοῦντες ῾Ρωμαῖοι οί πάντα ἄριστοι ᾽Αλκαῖον καὶ Φιλίσκον τοὺς ᾽Επικουρείους ἐξέβαλον τῆς πόλεως, Λευκίου τοῦ Ποστουμίου ὑπατεύοντος, δι' ἃς εἰσηγοῦντο ἡδονάς, ὁμοίως δὲ καὶ Μεσσήνιοι κατὰ ψήφισμα ἐξέωσαν τοὺς ᾽Επικουρείους, ᾽Αντίοχος δὲ ὁ βασιλεὺς καὶ πάντας τοὺς φιλοσόφους τῆς αὑτοῦ βασιλείας, γράψας τάδε· (547b)

«Βασιλεὺς ᾽Αντίοχος Φανίᾳ. Ἐγράψαμεν ὑμῖν καὶ πρότερον ὅπως μηδεὶς ᾖ φιλόσοφος ἐν τῇ πόλει μηδ᾽ ἐν τῇ χώρᾳ. Πυνθανόμεθα δὲ οὐκ ὀλίγους εἷναι καὶ τοὺς νέους λυμαίνεσθαι διὰ τὸ μηθὲν πεποιηκέναι ὑμᾶς ὧν ἐγράψαμεν περὶ τούτων. Ὡς ἂν οὖν λάβῃς τὴν ἐπιστολήν, σύνταξον κήρυγμα ποιήσασθαι ὅπως οἱ μὲν φιλόσοφοι πάντες ἀπαλλάσσωνται ἐκ τῶν τόπων ἤδη, τῶν δὲ νεανίσκων ὅσοι ἐὰν ἁλίσκωνται πρὸς τούτοις γινόμενοι διότι κρεμήσονται, καὶ οἱ πατέρες αὐτῶν ἐν αἰτίαις ἔσονται ταῖς μεγίσταις· καὶ μὴ άλλως γίνηται.»

(547c) Τῆς δ' ἡδονῆς πρὸ ᾽Επικούρου εἰσηγητὴς ἐγένετο Σοφοκλῆς ὁ ποιητὴς ἐν ᾽Αντιγόνῃ τοιαῦτα εἰπών·

Τὰς γὰρ ἡδονὰς

ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημ' ἐγὼ

ζῆν τοῦτον, ἀλλ' ἔμψυχον ἡγοῦμαι νεκρόν.

Πλούτει τε γὰρ κατ' οἱκον, εἰ βούλει, μέγα

καὶ ζῆ τύραννον σχῆμ' ἔχων· ἐὰν δ' ἀπῇ

τούτων τὸ χαίρειν, τἄλλ' ἐγὼ καπνοῦ σκιᾶς

οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν.

 

69. (547d) Καὶ Λύκων δὲ ὁ Περιπατητικός, ὥς φησιν ᾽Αντίγονος ὁ Καρύστιος, κατ' ἀρχὰς ἐπιδημήσας παιδείας ἕνεκα ταῖς ᾽Αθήναις περὶ συμβολικοῦ κώθωνος καὶ πόσον ἑκάστη τῶν ἑταιρουσῶν ἐπράττετο μίσθωμα ἀκριβῶς ἠπίστατο. Ὕστερον δὲ κα τοῦ Περιπάτου προστὰς ἐδείπνιζε τοὺς φίλους ἀλαζονείᾳ καὶ πολυτελείᾳ πολλῇ χρώμενος. Χωρὶς γὰρ τῶν παραλαμβανομένων εἰς αὐτὰ ἀκροαμάτων καὶ ἀργυρωμάτων καὶ στρωμνῆς ἡ λοιπὴ παρασκευὴ καὶ ἡ τῶν δείπνων περιεργία καὶ ὁ τῶν τραπεζοποιῶνι καὶ μαγείρων ὄχλος τοσοῦτος ἧν (547e) ὥστε πολλοὺς ὀρρωδεῖν καὶ βουλομένους προσιέναι πρὸς τὴν διατριβὴν ἀνακόπτεσθαι, καθάπερ εἰς πολίτευμα πονηρὸν καὶ χορηγιῶν καὶ λειτουργιῶν πλῆρες εὐλαρουμένους προσάγειν, ἔδει γὰρ ἄρξαι τε τὴν νομιζομένην ἐν τῷ περιπάτῳ ἀρχὴν (αὕτη δ' ἦν ἐπὶ τῆς εὐκοσμίας τῶν ἐπιχείρούντων) τριάκονθ' ἡμέρας, εἱτα τῇ ἕνῃ καὶ νέᾳ λαβόντα ἀφ' ἑκάστου τῶν ἐπιχειρούντων ἐννέα ὀβολοὺς ὑπο δέξασθαι μὴ μόνον αὐτοὺς τοὺς τὴν συμβολὴν εἰσενεγκόντας, ἀλλὰ καὶ οὗς παρακαλέσειεν ὁ Λύκων, ἔτι δὲ καὶ τοὺς ἐπιμελῶς συναντῶντας τῶν πρεσβυτέρων (547f) εἰς τὴν σχολήν, ὥστε γίνεσθαι μηδὲ εἰς τὸν μυρισμὸν καὶ τοὺς στεφάνους ἱκανὸν τὸ ἐκλεγόμενον ἀργύριον· ἱεροποιῆσαί τε καὶ τῶν Μουσείων ἐπιμελητὴν γενέσθαι. Ἅ δὴ πάντα ἐφαίνετο λόγου μὲν ἀλλότρια καὶ φιλοσοφίας εἱναι, τρυφῆς δὲ καὶ περιστάσεως οἰκειότερα. Καὶ γὰρ εἰ παρίεντό τινες τῶν μὴ δυναμένων εἰς ταῦτα ἀναλίσκειν ἀπὸ βραχείας καὶ τῆς τυχούσης ὁρμώμενοι χορηγίας, ὅ γ' ἐθισμὸς ἱκανῶς ἡν ἄτοπος. Οὐ γὰρ ἵνα συρρυέντες ἐπὶ τὸ αὐτὸ τῆς ἕως τοῦ ὀρθρίου γενομένης τραπέζης ἀπολαυσωσιν ἢ χάριν ἐξοινίας ἐποιήσαντο τὰς συνόδους, ταύτας οἱ περὶ Πλάτωνα καὶ (548) Σπεύσιππον, ἀλλ' ἵνα φαίνωνται και τὸ θεῖον τιμῶντες καὶ μουσικῶς ἀλλήλοις συμπεριφερόμενοι, καὶ τὸ πλεῖστον, ἕνεκεν ἀνέσεως καὶ φιλολογίας. Ἃ δὴ πάντα γέγονεν δεύτερα παρὰ τοῖς ὕστερον τῶν τε χλανίδων καὶ τῆς πολυτελείας τῆς εἰρημένης· οὐ γὰρ ἔγωγε τοὺς λοιποὺς ὑπεξαιροῦμαι. Ὁ δὲ Λύκων ὑπ' ἀλαζονείας καὶ ἐν τῷ ἐπιφανεστάτω τῆς πόλεως (548b) τόπῳ ἐν τῇ Κόνωνος οἰκίᾳ εἷχεν εἰκοσίκλινον οἷκον, ὃς ἦν ἐπιτήδειος αὐτῷ πρὸς τὰς ὑποδοχάς. Ἦν δὲ ὁ Λύκων καὶ σφαιριστὴς ἀγαθὸς καὶ ἐπιδέξιος.

 

70. Περὶ δὲ ᾽Αναξάρχου Κλέαρχος ὁ Σολεὺς ἐν πέμπτῳ Βίων οὕτω γράφει· «Tῷ εὐδαιμονικῷ καλουμένῳ῞Αναξάρχῳ διὰ τὴν τῶν χορηγησάντων ἄγνοιαν περιπεσούσης ἐξουσίας γυμνὴ μὲν ᾠνοχόει παιδίσκη πρόσηρος ἡ προκριθεῖσα διαφέρειν ὥρᾳ τῶν ἄλλων, ἀνασύρουσα πρὸς ἀλήθειαν τὴν τῶν οὕτως αὐτῇ χρωμένων ἀκρασίαν. Ὁ δὲ σιτοποιὸς χειρίδας (548c) ἔχων καὶ περὶ τῷ στόματι κημὸν ἔτριβε τὸ σταῖς, ἵνα μήτε ἱδρὼς ἐπιρρέοι  μήτε τοῖς  φυράμασιν ὁ τρίβων ἐμπνέοι.» Διὸ πρεπόντως ἄν τις εἴποι τῷ σοφῶ τούτῳ φιλοσόφῳ τὰ ἐκ τοῦ ᾽Αναξίλα Λυροποιοῦ·

Ξανθοῖς τε μύροις χρῶτα λιπαίνων,

χλανίδας θ' ἕλκων, βλαύτας σύρων,

βολβοὺς τρώγων, τυροὺς κάπτων,

ᾠὰ κολάπτων, κήρυκας ἔδων,

Χῖον πίνων, καὶ πρὸς τούτοις

ἐν σκυταρίοις ῥαπτοῖσι φορῶν

᾽Εφεσήια γράμματα καλά.

 

  [πάνω]

 

71. Πόσῳ γὰρ τούτων βελτίων Γοργίας ὁ Λεοντῖνος, (548d) περὶ οὗ φησιν ὁ αὐτὸς Κλέαρχος ἐν τῷ ὀγδόῳ τῶν Βίων ὅτι διὰ τὸ σωφρόνως ζῆν σχεδὸν ρι' ἔτη τῷ φρονεῖν συνεβίωσεν, καὶ ἐπεί τις αὐτὸν ἤρετο τίνι διαίτῃ χρώμενος οὕτως ἐμμελῶς καὶ μετὰ αἰσθήσεως τοσοῦτον χρόνον ζήσειεν, « Οὐδὲν πώποτε, εἷπεν, ἡδονῆς ἕνεκεν πράξας.» Δημήτριος δὲ ὁ Βυζάντιος ἐν τετάρτῳ περὶ Ποιημάτων «Γοργίας,» φησίν, «ὁ Λεοντῖνος ἐρωτηθεὶς τί αὐτῷ γέγονεν αἵτιον τοῦ βιῶσαι πλείω τῶν ρ' ἐτῶν, ἔφη «Τὸ μηθὲν πώποτε ἑτέρου ἕνεκεν πεποιηκέναι.»

(548e) ῟Ωχος δὲ πολλῷ χρόνῳ τὴν βασιλείαν καὶ τὴν λοιπὴν περὶ τὸν βίον χορηγίαν διαρκῆ κτησάμενος, ὡς τελευτῶντος ἠρώτησεν ὁ πρεσβύτατος τῶν υἱῶν τί πράσσων τοσαῦτ' ἔτη διαφυλάξειεν τὴν βασιλείαν, ἵνα καὶ αὐτὸς τοῦτο μιμοῖτο, « Τὰ δίκαια πράττων,» εἷπε, «πρὸς ἅπαντας ἀνθρώπους καὶ θεούς.» Καρύστιος δ' ὁ Περγαμηνὸς ἐν ῾Ιστορικοῖς ῾Υπομνήμασιν «Κηφισόδωμος»  φησίν, «ὁ Θηβαῖος Πολύδωρον τὸν Τήιον ἰατρὸν Ἀντιπάτρῳ συσσιτεῖν ψιλοτάπιδα ἔχοντι κρικωτὴν  (548f) καθάπερ τοὺς στρωματεῖς εὐτελῆ, ἐφ ἧς κατακεῖσθαι, κάδους δὲ χαλκοῦς καὶ ποτήρια ὀλίγα· γεγονέναι γὰρ ὀλιγοδίαιτον καὶ τρυφῆς ἀλλότριον.»

 

72. Τιθωνὸν δ' ἀπὸ τῆς ἕω μέχρι δυσμῶν κοιμώμενον μόλις αἱ ἐπιθυμίαι πρὸς ἑσπέραν ἐπήγειρον· ὅθεν ᾽Ηοῖ συγκοιμᾶσθαι λεχθείς, διὰ τὸ ταῖς ἐπιθυμίαις ἐμπεπλέχθαι ἐπὶ γήρως ἐν ταλάρῳ καθεῖρται (549) κρεμαστὸς ὢν πρὸς ἀλήθειαν ἐκ τούτων. Καὶ Μελάνθιος δὲ τὸν αὑτοῦ τράχηλον κατατείνων ἀπήγχετο ἐκ τῶν ἀπολαύσεων, κνισότερος ὢν τοῦ ᾽Οδυσσέως Μελανθίου. Πολλοὶ δὲ καὶ ἄλλοι πᾶν τὸ σῶμα διεστράφησαν διὰ τὰς ἀκαίρους ἡδονάς, οἱ δὲ καὶ εἰς πάχος σώματος ἐπέδωκαν, ἄλλοι δὲ καὶ εἰς ἀναισθησίαν διὰ πολλὴν τρυφήν. Νύμφις γοῦν ὁ ῾Ηρακλεώτης ἐν τῷ ιβ' περὶ ῾Ηρακλείας «Διονύσιος,» φησίν, «ὁ Κλεάρχου τοῦ πρώτου τυραννήσαντος ἐν ῾Ηρακλείᾳ υἱὸς καὶ αὐτὸς τῆς πατρίδος τυραννήσας ὑπὸ τρυφῆς καὶ τῆς καθ' ἡμέραν (549b) ἀδηφαγίας ἔλαθεν ὑπερσαρκήσας, ὥστε διὰ τὸ πάχος ἐν δυσπνοίᾳ αὐτὸν συσχεθῆναι καὶ πνιγμῷ. Διὸ συνέταξαν οἱ ἰατροὶ κατασκευάσαι βελόνας λὲπτὰς τῷ μήκει διαφερούσας, ἅς διὰ τῶν πλευρῶν καὶ τῆς κοιλίας διωθεῖν ὅταν εἰς ὕπνον τύχῃ βαθύτερον ἐμπεσών. Μέχρι μὲν οὖν τινος ὑπὸ τῆς πεπωρωμένης ἐκ τοῦ στέατος σαρκὸς οὐκ ἐνεποίει τὴν αἴσθησιν· εἰ δὲ πρὸς τὸν καθαρὸν τόπον ἡ (549c) βελόνη διελθοῦσα ἔθιγεν. τότε διηγείρετο. Τοὺς δὲ χρηματισμοὺς ἐποιεῖτο τοῖς βουλομένοις προτιθέμενος κιβωτὸν τοῦ σώματος ἵνα τὰ μὲν λοιπὰ μέρη κρύπτοι, τὸ δὲ πρόσωπον μόνον ὑπερέχων διαλέγοιτο τοῖς ἀπαντῶσιν. Μνημονεύει δ' αὐτοῦ Μένανδρος ἥκιστά γ' ὢν λοίδορος ἐν τοῖς ῾Αλιεῦσιν, τὸν μῦθον ὑποστησάμενος ὑπέρ τινων φυγάδων ἐξ ῾Ηρακλείας·

Παχὺς γὰρ ὑς ἔκειτ' ἐπὶ στόμα.

Καὶ πάλιν·

Ἐτρύφησεν, ὥστε μὴ πολὺν τρυφᾶν χρόνον.

Καὶ ἔτι·

Ἴδιον ἐπιθυμῶν, μόνος μοι θάνατος οὗτος φαίνεται

εὐθάνατος, ἕχοντα πολλὰς χολλάδας κεῖσθαι παχὺν

(549d) ὕπτιον, μόλις λαλοῦντα καὶ τὸ πιεῦμ' ἔχοντ' ἄνω,

ἐσθίοντα καὶ λέγοντα «Σήπομ' ὑπὸ τῆς ἡδονῆς.»  

Ἀπέθανεν δὲ βιώσας ἔτη πέντε πρὸς τοῖς πεντήκοντα, ὧν ἐτυράννησεν τρία καὶ τριάκοντα, ἁπάντων τῶν πρὸ αὐτοῦ τυράννων πρᾳότητι καὶ ἐπιεικείᾳ διετὴνοχώς.»

 

73. Τοιοῦτος ἐγεγόνει καὶ Πτολεμαῖος ὁ ἕβδομος Αἰγύπνου βασιλεύσας, ὁ αὑτὸν μὲν Εὐεργέτην ἀνακηρύττων, ὑπὸ δὲ ᾽Αλεξανδρέων Κακεργέτης ὀνομαζόμενος. Ποσειδώνιος γοῦν ὁ στωϊκός, συν αποδημήσας (549e) Σκιπίωνι τῷ ᾽Αφρικανῷ κληθέντι εἰς ᾽Αλεξάνδρειαν καὶ θεασάμενος αὐτόν, γράφει ἐν ἑβδόμῃ τῶν ῾Ιστοριῶν οὕτως· «Διὰ δὲ τρυφὴν διέφθαρτο τὸ σῶμα ὑπὸ παχύτητος καὶ γαστρὸς μεγέθους, ἣν δυσπερίληπτον εἷναι συνέραινεν· ἐφ' ἧς χιτωνίσκον ἐνδεδυκὼς ποδήρη μέχρι τῶν καρπῶν χειρίδας ἔχοντα. Προήει δὲ οὐδέποτε πεζὸς εἰ μὴ διὰ Σκιπίωνα.» Ὅτι δὲ τρυφῆς οὐκ ἦν ἀλλότριος ὁ βασιλεὺς οὗτος, αὐτὸς περὶ ἑαυτοῦ μαρτυρεῖ ἐν τῷ ὀγδόῳ τῶν ῾Υπομνημάτων διηγούμενος ὅπως τε ἱερεὺς ἐγένετο τοῦ ἐν Κυρήνῃ (549f) Απόλλωνος καὶ ὅπως δεῖπνον παρεσκεύασε τοῖς πρὸ αὐτοῦ γενομένοις ἱερεῦσι, γράφων οὕτως· «Ἀρτεμίτια μεγίστη ἑορτὴ, ἐν Κυρήνῃ, ἐν ᾗ ὁ ἱερεὺς τοῦ Απολλωνος (ἐνιαύσιος δ' ἐστί) δειπνίζει τοὺς πρὸ αὐτοῦ ἱερευσαμένους καὶ παρατίθησιν ἑκάστῳ τρύβλιον· τοῦτο δ' ἐστὶ κεραμεοῦν ἄγγος ἐπιδεχόμενον ὡς εἴκοσι ἀρτάβας, ἐν ᾧ πολλὰ μὲν τῶν ἀγριμαίων ἔγκειται πεπονημένα, πολλὰ δ' ἐσθ᾽ ὅτε καὶ τῶν ἡμέρων ὀρνίθων, ἔτι δὲ θαλαττίων (550) ἰχθύων ταρίχου τε ξενικοῦ πλείονα γένη· πολλάκις δέ τινες καὶ καθάριον ἀκολουθίσκον προσδιδόασιν. Ἡμεῖς δὲ περιειλόμεθα τὰ τοιαῦτα, φιάλας δ᾽ ὁλαργύρους κατασκευάσαντες, τὸ τίμημα ἔχουσαν ἑκάστην ἧς προειρήκαμεν δαπάνης, ἵππον τε κατεσκευασμένον σὺν ἱπποκόμῳ καὶ φαλάροις διαχρύσοις ἐδώκαμεν καὶ παρεκαλέσαμεν ἕκαστον ἐπὶ αὐτοῦ καθεσθέντα οἴκαδ' ἀπιέναι.» Εἰς πάχος δ᾽ ἐπεδεδώκει καὶ ὁ υἱὸς αὐτοῦ ᾽Αλέξανδρος, ὁ τὴν ἑαυτοῦ μητέρα ἀποκτείνας συμρασιλεύουσαν αὐτῷ. (550b) Φησὶ γοῦν περὶ αὐτοῦ Ποσειδώνιος ἐν τῇ ἑβδόμῃ καὶ τεσσαρακοστ ῇ τῶν ῾Ιστοριῶν οὕτως· «Ὁ δὲ τῆς Αἰγύπτου δυνάστης μισούμενος μὲν ὑπὸ τῶν ὄχλων, κολακευόμενος δ' ὑπὸ τῶν περὶ αὐτόν, ἐν πολλῇ δὲ τρυφῃ ζῶν, οὐδὲ ἀποπατεῖν οἷός τε ἦν, εἰ μὴ δυσὶν ἐπαπερειδόμενος ἐπορεύετο. Εἰς δὲ τὰς ἐν τοῖς συμποσίοις ὀρχήσεις ἀπὸ μετεώρων κλινῶν καθαλλόμενος ἀνυπόδητος συντονωτέρας αυτὰς τῶν ἠσκηκότων ἐποιεῖτο.»

 

74. ῎Αγαθαρχίδης δ' ἐν τῇ ἑκκαιδεκάτῃ Εὐρωπιακῶν Μήγαν φησὶ τὸν Κυρήνης βασιλεύσαντα ἔτη πεντήκοντα  (550c) ἀπολέμητον γενόμενον καὶ τρυφῶντα κατάσαρκον γενέσθαι ἐκτόπως τοῖς ὄγκοις κατὰ τὸν ἔσχατον καιρὸν καὶ ὑπὸ τοῦ πάχους ἀποπνιγῆναι δι᾽ ἀργίαν σώματος καὶ τῷ προσφέρεσθαι πλῆθος τροφῆς· παρὰ δὲ Λακεδαιμονίοις ὁ αὐτὸς ἱστορεῖ διὰ τῆς ἑβδόμης καὶ εἰκοστῆς οὐ τῆς τυχούσης ἀδοξίας νομίζεσθαι, εἴ τις ἢ τὸ σχῆμα ἀνανδρότερον ἔχων ἢ τὸν ὄγκον τοῦ σώματος προπετῆ ἐφαίνετο, γυμνῶν κατὰ δέκα ἡμέρας παρισταμένων τοῖς ἐφόροις τῶν νέων. Καθεώρων δ' οἱ ἔφοροι καὶ (550d) καθ' ἑκάστην ἡμέραν καὶ τὰ περὶ τὴν ἔνδυσιν καὶ τὴν στρωμνὴν τῶν νέων εἰκότως. Καὶ γὰρ ὀψοποιοὶ ἦσαν παρὰ Λακεδαιμονίοις κρέως σκευασίας, ἄλλου δ' οὐδενός. Κἀν τῇ δὲ ἑβδόμῃ καὶ εἰκοστῇ ὁ ᾽Αγαθαρχίδης ἔφη ὡς Λακεδαιμόνιοι Ναυκλείδην τὸν Πολυριάδου παντελῶς ὑπερσαρκοῦντα τῷ σώματι καὶ παχὺν διὰ τρυφὴν γενόμενον καταβιβάσαντες εἰς μέσην τὴν ἐκκλησίαν καὶ Λυσάνδρου πολλὰ ὀνειδίσαντος ἐν τῷ κοινῷ ὡς τρυφῶντι παρ᾽ ὀλίγον ἐξέβαλον ἐκ τῆς πόλεως, ἀπειλήσαιτες τοῦτο (550e) ποιήσειν εἰ μὴ τὸν βίον ἐπανορθώσοιτο, εἰπόντος τοῦ Λυσάνδρου ὄτι καὶ ᾽Αγησίλαος, ὅτε διέτριβεν περὶ τὸν ῾Ελλήσποντον πολεμῶν τοῖς βαρβάροις, ὁρῶν τοὺς ᾽Ασιαγενεῖς ταῖς μὲν στολαῖς πολυτελῶς ἠσκημένους, τοῖς σώμασιν δ' οὕτως ἀχρείους ὄντας, γυμνοὺς πάντας ἐκέλευσε τοὺς ἁλισκομένους ἐπὶ τὸν κήρυκα ἄγειν καὶ χωρὶς πωλεῖν τὸν τούτων ἱματισμόν, ὅπως οἱ σύμμαχοι γιγνώσκοντες διότι πρὸς μὲν ἆθλα μεγάλα, πρὸς δ' ἄνδρας εὐτελεῖς ὁ ἀγὼν συνέστηκε, προθυμότερον ταῖς ψυχαῖς ὁρμῶσιν  (550f) ἐπὶ τοὺς ἐναντίους. Καὶ Πύθων δ' ὁ Βυζάντιος ῥήτωρ, ὡς Λέων ἱστορεῖ ὁ πολίτης αὐτοῦ, πάνυ ἦν παχὺς τὸ σῶμα καὶ τοῖς πολίταις ποτὲ στασιάζουσι πρὸς ἀλλήλους παρακαλῶν εἰς φιλίαν ἔλεγεν·

«Ὁρᾶτέ με, ἄνδρες πολῖται, οἷός εἰμι τὸ σῶμα· ἀλλα καὶ γυναῖκα ἔχω πολλῷ ἐμοῦ παχυτέραν. Ὅταν οὗν ὁμονοῶμεν, καὶ τὸ τυχὸν ἡμᾶς σκιμπόδιον δέχεται· ἐὰν δὲ στασιάσωμεν, οὐδὲ ἡ σύμπασα οἰκία.»

 

75. Πόσῳ οὖν κάλλιόν ἐστιν, ἀγαθὲ Τιμόκρατες, (551) πενόμενον εἶναι λεπτότερον ὦν καταλέγει Ἕρμιππος ἐν Κέρκωψιν ἢ ὑπερπλουτοῦντας τῷ Ταναγραίῳ κήτει ἐοικέναι, καθάπερ οἱ προειρημένοι ἄνδρες. Φησὶ δ᾽ οὕτως, ὁ ῞Ερμιππος πρὸς τὸν Διόνυσον τὸν λόγον ποιούμενος·

Οἱ γὰρ πενόμενοι

ἀνάπηρά σοι θύουσιν ἤδη βούδια,

Λεωτροφίδου λεπτότερα καὶ Θουμάντιδος.

Καὶ ᾽Αριστοφάνης δ' ἐν Γηρυτάδῃ λεπτοὺς τούσδε καταλέγει, οῦς καὶ πρέσβεις ὑπὸ τῶν ποιητῶν (551b) φησιν εἰς ῞Αιδου πέμπεσθαι πρὸς τοὺς ἐκεῖ ποιητὰς λέγων οὑτωσί·

Καὶ τίς νεκρῶν κευθμῶνα καὶ σκότου πύλας

ἔτλη κατελθεῖν; Β. Ἕνα γὰρ ἀφ' ἑκάστης τέχνης

εἱλόμεθα κοινῇ γενομένης ἐκκλησίας,

οὕς ᾖσμεν ὄντας ᾁδοφοίτας καὶ θαμὰ

ἐκεῖσε φιλοχωροῦντας. Α. Εἰσὶ γάρ τινες

ἄνδρες παρ' ὑμῖν ᾁδοφοῖται; Β. Νὴ Δία

μάλιστά γ᾽, ὥσπερ Θρᾳκοφοῖται. Πάντ' ἔχεις.

Α. Καὶ τίνες ἂν εἷεν; Β. Πρῶτα μὲν Σαννυρίων

(551c) ἀπὸ τῶν τρυγῳδῶν, ἀπὸ δὲ τῶν τραγικῶν χορῶν Μέλητος, ἀπὸ δὲ τῶν κυκλίων Κινησίας.

Εἶθ' ἐξῆς φησιν·

Ὡς σφόδρ' ἐπὶ λεπτῶν ἐλπίδων ὠχεῖσθ᾽ ἄρα·  

τούτους γάρ ἣν πολλῷ ξυνέλθῃ, ξυλλαβων

ὁ τῆς διαροίας ποταμὸς ἐξοιχήσεται.

Περὶ δἐ τοῦ Σαννυρίωνος καὶ Στράττις ἐν Ψυχασταῖς φησιν·

Σαννυρίωνος σκυτίνην ἐπικουρίαν.

Περὶ δὲ Μελήτου αὐτὸς ὁ Σαννυρίων ἐν Γέλωτι λέγει οὕτως·

Μέλητον τὸν ἀπὸ Ληναίου νεκρόν.

 

  [πάνω]

 

76. (551d)  Ἦν δ' ὄντως λεπτότατος καὶ μακρότατος ὁ Κινησίας, εἰς ὃν καὶ ὅλον δρᾶμα γέγραφεν Στράττις, Φθιώτην ᾽Αχιλλέα αὐτὸν καλῶν διὰ τὸ ἐν τῇ αὑτοῦ ποιήσει συνεχῶς τὸ Φθιῶτα λέγειν· παίζων οὖν εἰς τὴν ἰδέαν αὐτοῦ ἔφη «Φθιῶτ' ᾽Αχιλλεῦ.» Ἄλλοι δ' αὐτόν, ὡς καὶ ᾽Αριστοφάνης, πολλάκις εἰρήκασι φιλύρινον Κινησίαν διὰ τὸ φιλύρας λαμβάνοντα σανίδα συμττεριζώννυσθαι ἵνα μὴ κάμπτηται διά τε τὸ μῆκος καὶ τὴν ἰσχνότητα. Ὅτι δὲ ἦν ὁ Κινησίας νοσώδης καὶ δεινὸς τἄλλα Λυσίας ὁ ῥήτωρ ἐν τῷ (551e) ὑπὲρ Φανίου παρανόμων ἐπιγραφομένῳ λόγῳ εἴρηκεν, φάσκων αὐτὸν ἀφέμενον τῆς τέχνης συκοφαντεῖν καὶ ἀπὸ τούτου πλουτεῖν. Ὅτι δὲ ὁ ποιητής ἐστι καὶ οὐχ ἕτερος, σαφῶς αὑτὸς ὢν σημαινεται ἐκ τοῦ καὶ ἐπὶ ἀθεότητι κωμῳδούμενον ἐμφανίζεσθαι καὶ διὰ τοῦ λόγου τοιοῦτον δείκνυσθαι, λέγει δ' οὕτως ὁ ῥήτωρ «Θαυμάζω δὲ εἰ μὴ βαρέως φέρετε ὅτι Κινησίας ἐστὶν ὁ τοῖς νόμοις βοηθός, ὃν ὑμεῖς πάντες ἐπίστασθε ἀσεβέστατον ἁπάντων καὶ παρανομώτατον ἀνθρώπων γεγονέναι. (551f) Οὐχ οὗτός ἐστιν ὁ τοιαῦτα περὶ θεοὺς ἐξαμαρτάνων ἃ τοῖς μὲν ἄλλοις αἰσχρόν ἐστι καὶ λέγειν, τῶν κωμῳδοδιδασκάλων δ' ἀκούετε καθ' ἕκαστον ἐνιαυτόν; Οὐ μετὰ τούτου ποτὲ ᾽Απολλοφάνης καὶ Μυσταλίδης καὶ Λυσίθεος συνειστιῶντο, μίαν ἡμέραν ταξαμενοι τῶν ἀποφράδων, ἀντὶ δε νουμηνιαστῶν κακοδαιμονιστὰς σφίσιν αὐτοῖς τοὔνομα θέμενοι, πρέπον μὲν ταῖς αὑτῶν τύχαις· οὐ μὴν ὡς τοῦτο διαπραττόμενοι τὴν διάνοιαν ἔσχον, ἀλλ' ὡς  καταγελῶντες τῶν θεῶν καὶ τῶν νόμων τῶν (552) ὑμετερων. Ἐκείνων μὲν οὖν ἕκαστος ἀπώλετο ὥσπερ οἰκὸς τοὺς τοιούτους. Τοῦτον δὲ τὸν ὑπὸ πλείστων γιγνωσκόμενον οἱ θεοὶ οὕτως διέθεσαν ὥστε τοὺς ἐχθροὺς βούλεσθαι αὐτὸν ζῆν μᾶλλον ἢ τεθνάναι παράδείγμα τοῖς αλλοις, ἵν' εἰδῶσιν ὅτι τοῖς λίαν ὑβριστικῶς πρὸς τὰ θεῖα διακειμένοις οὐκ ἀεὶ εἰς τοὺς παῖδας ἀποτίθενται τὰς τιμωρίας, ἀλλ' αὐτοὺς κακῶς ἀπολλύουσι, μείζους καὶ (552b) χαλεπωτέρας καὶ τὰς συμφορὰς καὶ τὰς νόσους ἢ τοῖς ἄλλοις ἀνθρώποις προσράλλοντες. Τὸ μὲν γὰρ ἀποθανεῖν ἢ καμεῖν νομίμως κοινὸν ἡμῖν ἅπασίν ἐστι, τὸ δ' οὕτως ἔχοντα τοσοῦτον χρόνον διατελεῖν καὶ καθ' ἑκάστην ἡμέραν ἀποθνήσκοντα μὴ δύνασθαι τελευτῆσαι τὸν βίον τούτοις μόνοις προσήκει τοῖς τὰ τοιαῦτα ἅπερ οὗτος ἐξημαρτηκόσιν.» Περὶ μὲν οὗν Κινησίου ταῦτα ὁ ῥήτωρ εἴρηκεν.

 

77. Λεπτότερος δ' ἦν καὶ Φιλίτας ὁ Κῷος ποιητής, ὃς καὶ διὰ τἠν τοῦ σώματος ἰσχνότητα σφαίρας ἐκ μολύβου πεποιημένας εἱχε περὶ τὼ πόδε ὡς μὴ ὑπὸ ἀνέμου ἀνατραπείη. Πολέμων δ' ὁ περι ηγητὴς (552c) ἐν τῷ περὶ Θαυμασίων ᾽Αρχέστρατόν φησι τὸν μάντιν ἁλόντα ὑπὸ πολεμίων καὶ ἐπὶ ζυγὸν ἀναβληθέντα ὀβολοῦ ὁλκὴν εὑρεθῆναι ἔχοντα· οὕτως ἦν ἰσχνός. Ὁ δ' αὐτὸς ἱστορεῖ ὡς καὶ Πανάρετος ἰατρῷ μὲν οὐδενὶ ὡμίλησεν, ᾽Αρκεσιλάου δὲ ἠκροᾶτο τοῦ φιλοσόφου, καὶ ὅτι συνεγένετο Πτολεμαίῳ τῷ Εὐεργέτῃ τάλαντα δώδεκα τὸν ἐνιαυτὸν λαμβάνων· ἦν δὲ ίσχνότατος, ἄνοσος διατελέσας· Μητρόδωρος δ' ὁ Σκήψιος ἐν δευτέρῷ περὶ ᾽Αλει πτικῆς (552d) Ἱπτπώνακτα τὸν ποιητὴν οὐ μόνον μικρὸν γενέσθαι τὸ σῶμα ἀλλὰ καὶ λεπτόν, ἀκρότονον δ᾽ οὕτως ὡς πρὸς τοῖς ἄλλοις καὶ κενὴν λήκυθον βάλλ ειν μεγιστον τι διάστημα, τῶν ἐλαφρῶν σωμάτων διὰ τὸ μὴ δύνασθαι τὸν ἀέρα τέμνειν οὐκ ἐχόντων βιαίαν τὴν φοράν. Λεπτὸς δ' ἦν καὶ Φιλιππίδης, καθ' οὗ λόγος ἐστὶν Ὑπερείδης τῷ ῥήτορι, λέγων αὐτὸν ἕνα τῶν πολιτευομένων εῖναί. Ἦν, δ' εὐτελὴς τὸ σῶμα διὰ λεπτότητα, ὡς ὁ Περείδφης ἔφη. ῎Αλεξίς τ' ἐν Θεσπρωτοῖς φησιν·

῾Ερμῆ νεκρῶν προπομπὲ καὶ Φιλιππίδου

(522e) κληροῦχε, Νυκτός τ' ὄμμα τῆς μελαμπέπλου.

Καὶ ᾽Αριστοφῶν Πλάτωνι·

Ἐν ἡμέραις τρισὶν

ὶσχνότερον αὐτὸν ἀποφανῶ Φιλιππίδου.

Β. Οὕτως ἐν ἡμέραις ὀλίγαις νεκροὺς ποιεῖς;

Μένανδρος δὲ ᾽Οργῇ·

Ὁ λιμὸς ὑμῶν τὸν καλὸν τοῦτον δακὼν

Φιλιππίδου λεπτότερον ἀποδείξει νεκρόν.

Ὅτι δὲ καὶ πεφιλιππιδῶσθαι ἔλεγον τὸ λελεπτύνθαι ῎Αλεξις ἐν Μανδραγοριζομένῃ φησίν·

Κακῶς ἔχεις, στρουθὶς ἀκαρὴς νὴ Δί' ἐγένου.

(552f) πεφιλιππίδωσαι. Β. Μὴ σὺ καινῶς μοι λάλει·

ὅσον οὐ τέθνηκα. Α. Τοῦ ταλαιπώρου πάθους.

Πολλῷ οὗν κάλλιόν ἐστι τοιοῦτόν τινα εἶναι τὴν ἰδέαν ἢ ὥς φησιν ᾽Αντιφάνης ἐν Αἰόλῳ·

Τοῦτον οὗν

δι' οἰνοφλυγίαν καὶ πάχος τοῦ σώματος

ἀσκὸν καλοῦσι πάντες οὑπιχώριοι.

῾Ηρακλειδης δὲ ὁ Ποντικὸς ἐν τῷ περὶ ῾Ηδονῆς Δεινίαν φησὶ τὸν μυροπωλην δια τρυφὴν εἰς ἕρωτα ἐμπεσόντα καὶ πολλα χρήματα ἀναλώσαντα, ὡς ἔξω τῶν ἐπιθυμιῶν ἐγένετο, ὑπὸ λύπης ἐκταραχθέντα (553)  ἐκτεμεῖν αἐτοῦ τὰ αἰδοῖα· ταῦτα πάντα ποιούσης τῆς ἀκολάστου τρυφῆς.

 

78. ῎Εθος δ' ἦν ᾽Αθήνησι καὶ τοὺς πόδας τῶν τρυφώντων ἐναλείφειν μύροις, ὡς Κηφισόδωρος μὲν ἐν Τροφωνίῳ φησίν·

Ἔπειτ' ἀλείφεσθαι τὸ σῶμά μοι· πρίω

μύρον ἴρινον καὶ ῥόδινον, ἄγε μοι, Ξανθία·

καὶ τοῖς ποσὶν χωρὶς πρίω μοι βάκκαριν. 

Εὔβουλος δ' ἐν Σφιγγοκαρίωνι·

Ἐν θαλάμῳ μαλακῶς κατακείμενον· ἐν δὲ κύκλῳ νιν

παρθενικαὶ τρυφεραί, χλιδαναὶ μάλα καὶ κατάθρύπτοι,

τὸν πόδ᾽ ἀμαρακίνοισι μύροις τρίψουσι τὸν ἐμόν.

(553b) Ἐν δὲ Προκρίδι λέγει τις πῶς δεῖ ἐπιμελεῖσθαι τοῦ τῆς Προκρίδος κυνὸς ὡς περὶ ἀνθρώπου τοῦ κυνὸς τὸν λόγον ποιοόμενος·

Οὐκοῦν ὑποστορεῖτε μαλακῶς τῷ κυνί·

κάτω μὲν ὑποβαλεῖτε τῶν Μιλησίων

ἐρίων, ἄνωθεν δ' ἐπιβαλεῖτε ξυστίδα.

Β. Ἄπολλον. Α. Εἷτα χόνδρον αὐτῷ δεύσετε

γάλακι χηνός. Β. ῾Ηράκλεις. Κ. Καὶ τοὺς πόδας

ἀλείψειτ' αὐτου τῷ Μεγαλλείῳ μύρῳ.

᾽Αντιφάνης δὲ ἐν μὲν ᾽Αλκήστιδι ἐλαίῳ τινὰ ποιεῖ (553c) χριόμενον τοὺς πόδας. Ἐν δὲ Μητραγύρτῃ φησί·

Τήν τε παῖδ' ἀλείμματα

παρὰ τῆς θεοῦ λαβοῦσαν εἶτα τοὺς πόδας

ἐκέλευ' ἀλείφειν πρῶτον, εἷτα τὰ γόνατα.

Ὡς θᾶττον ἡ παῖς δ' ἥψατ῏ αὐτοῦ τῶν ποδῶν

ἔτριψέ τ᾽, ἀνεπήδησεν.

Καὶ ἐν Ζακυνθίῳ·

Εἷτ' οὐ δικαίως εἰμὶ φιλογύνης ἐγὼ

καὶ τὰς ἑταίρας ἡδέως πάσας ἔχω;

Τουτὶ γὰρ αὐτὸ πρῶτον ὃ σὺ ποεῖς παθεῖν,

μαλακαῖς καλαῖς τε χερσὶ τριφθῆναι πόδας,

(553d) πῶς οὐχὶ σεμνόν ἐστιν;

Καὶ ἐν Θορικίοις·

Λοῦται δ' ἀληθῶς; ἀλλὰ τί;

Β. Ἐκ χρυσοκολλήτου γε κάλπιδος μύρῳ

Αἰγυπτίῳ μὲν τοὺς πόδας καὶ τὰ σκέλη,

φοινικίνῳ δὲ τὰς γνᾴθους καὶ τιτθία,

σισυμβρίνῳ, δὲ τὸν ἕτερον βραχίονα,

ἀμαρακίνῳ δὲ τὰς ὀφρῦς καὶ τὴν κόμην,

ἑρπυλλίνῳ δὲ τὸ γόνυ καὶ τὸν αὐχένα...

᾽Αναξανδρίπης δὲ ἐν Πρωτεσιλάῳ·

Μύρον τε παρὰ Πέρωνος, οὑπερ ἀπέδοτο

(553e) ἐχθὲς Μελανώπῳ, πολυτελοῦς Αἰγυπτίου,

ᾧ νῦν ἀλείφει τοὺς πόδας Καλλιστράτου.

Καὶ τὸν ἐπὶ Θεμιστοκλέους δὲ βίον Τηλεκλείδης ἐν Πρυτάνεσιν ἁβρὸν ὄντα παραδίδωσι. Κρατῖνος τ' ἐν Χείρωσι τὴν τρυφὴν ἐμφανίζων τὴν τῶν παλαιτέρων φησίν·

Ἁπαλὸν δὲ σισύμβριον ἢ  ῥόδον ἢ κρίνον παρ᾽ οὖς ἐθάκει,

μετὰ χερσὶ δὲ μῆλον ἕκαστος ἔχων σκίπωνά τ' ἠγόραζον.

 

79. Κλέαρχος δ' ὁ Σολεὺς ἐν τοῖς ᾽Ερωτικοῖς «Διὰ τί,» φησί, « μετὰ χεῖρας ἄνθη καὶ μῆλα καὶ τὰ τοιαῦτα φέρομεν; Πότερον ὅτι καὶ διὰ τῆς τούτων ἀγαπήσεως (553f) ἡ φύσις μηνύει τοὺς τῆς ὥρας ἔχοντας τὴν ἐπιθυμίαν; Διὰ τοῦτ' οὖν οἱονεὶ δεῖγμα τῆς φύσεως τὰ ὡραῖα μετὰ χεῖρας ἔχουσιν καὶ χαίρουσιν αὐτοῖς; Ἢ δυοῖν χάριν ταῦτα περιφέρουσιν· ἀρχή τε γὰρ ἐντυχίας καὶ παράδειγμα τῆς βουλήσεως αὐτοῖς γίνεται διὰ τούτων, αἰτηθεῖσι μὲν τὸ προσαγορευθῆναι δοῦσι δὲ τὸ προυπογράφειν (554) ὅτι δεῖ καὶ αὐτοὺς μεταδιδόναι τῆς ὥρας. Ἡ γὰρ τῶν ὡραίων ἀνθῶν καὶ καρπῶν αἴτησις εἰς ἀντίδοσιν τῆς τοῦ σώματος ὤρας προκαλεῖται τοὺς λαβόντας. Ἢ τὴν τούτων ὥραν παραψυχὴν καὶ παραμυθίαν τῆς ἐπὶ τῶν ἐρωμένων ὥρας ταῖς ἐπιθυμίαις χαίροντες ἔχουσιν αὑτοῖς.  Ἐκκρούεται γὰρ ὑπο τῆς τούτων παρουσίας ὁ τῶν ἐρωμένων πόθος, εἰ μὴ ἄρα τοῦ περὶ αὑτοὺς κόσμου χάριν καθάπερ ἄλλο τι τῶν πρὸς καλλωπισμὸν συντείνόντων, ἔχουσί τε ταῦτα καὶ χαίρουσιν αὐτοῖς. Οὐ γὰρ μόνον στεφανουμένων τοῖς ὡραίοις ἄνθεσιν, ἀλλὰ καὶ μετὰ χεῖρας ἐχόντων τὸ πᾶν εἶδος ἐπικοσμεῖται. (554b) Τάχα δ' ἴσως διὰ τὸ φιλοκάλους εἷναι δηλοῖ δὲ τὸ τῶν καλῶν ἐρᾶν καὶ πρὸς τὰ ὡραῖα φιλικῶς ἔχειν. Καλὸν γὰρ τὸ τῆς ὀπώρας καὶ τὸ τῆς ὥρας ὄντως πρόσωπον ἔν τε καρποῖσι καὶ ἄνθεσι θεωρούμενον. Ἢ πάντες οἱ ἐρῶντες οἷον ἐκτρυφῶντες ὑπὸ τοῦ πάθους καὶ ὡριαινόμενοι τοῖς ὡραίοις ἁβρύνονται; Φυσικὸν γὰρ δή τι τὸ τοὺς οἰομένους εἱναι καλοὺς και ὡραίους ἀνθολογεῖν. Ὅθεν αἱ τε περὶ τὴν Περσεφόνην ἀνθολογεῖν, λέγονται, καὶ Σαπφώ φησιν ἰδεῖν « Ἄνθε' ἀμέργουσαν παῖδ' ἄγαν ἁπαλάν.»

 

80. (554c) Οὕτω δ' ἐξήρτηντο τῶν ἡδυπαθειῶν οἱ τότε ὡς καὶ Καλλιπύγου Ἀφροδίτης ἱερὸν ἱδρύσασθαι ἀπὸ τοιαύτης αἰτίας. Ἀνδρὶ ἀγροίκῳ ἐγένοντο δύο καλαὶ θυγατέρες· αὗται φιλονικήσασαί ποτε πρὸς ἑαυτὰς προελθοῦσαι ἐπὶ τὴν λεωφόρον διεκρίνοιτο ποτέρα εἴη καλλιπυγοτέρα. Καί ποτε παριόντος νεανίσκου πατέρα πρεσβύτην καὶ πλούσιον ἔχοντος ἐπέδειξαν ἑαυτὰς καὶ τούτῳ· καὶ ὅς θεασάμενος ἔκρινε τὴν πρεσρυτέραν· ἧς καὶ εἰς ἔρωτα ἐμπεσὼν (554d) ἐλθὼν εἰς ἄστυ κλινήρης γίνεται καὶ διηγεῖται τὰ γεγενημένα τῷ ἀδελφῷ ἑαυτοῦ ὄντι νεωτέρῳ. Ὁ δε καὶ αὐτὸς ἐλθὼν εἰς τοὺς ἀγροὺς καὶ θεασάμενος τὰς παῖδας ἐρᾷ καὶ αὐτὸς τῆς ἑτέρας. Ὁ γοῦν πατὴρ ἐπεὶ παρακαλῶν αὐτοὺς ἐνδοξοτέρους λαβεῖν γάμους οὐκ ἔπειθε, ἄγεται ἐκ τοῦ ἀγροῦ τὰς παῖδας αὐτοῖς, πείσας ἐκείνων τὸν πατέρα, καὶ ζεύγνυσι τοῖς υἱοῖς. Αὗται οὗν ὑπὸ τῶν πολιτῶν καλλίπυγοι ἐκαλοῦντο, ὡς καὶ ὁ Μεγαλοπολίτης Κερκιδᾶς ἐν τοῖς ᾽Ιάμβοις ἱστορεῖ λέγων· 

Ἦν καλλιπύγων ζεῦγος ἐν Συρακούυσαις.

Αὖται οὖν ἐπιλαβόμεναι οὐσίας λαμπρᾶς ἱδρύσαντο (554e) Ἀφροδίτης ἱερὸν κάλέσασαι Καλλίπυγον τὴν θεόν, ὡς ἱστορεῖ καὶ ᾽Αρχέλαος ἐν τοῖς ᾽Ιάμβοις.

 

  [πάνω]

 

81. ᾽Εν μανίᾳ δὲ τρυφὴν ἡδίστην γενομένην οὐκ ἀηδῶς ὁ Ποντικὸς Ἡρακλείδης διηγεῖται ἐν τῷ περὶ ῾Ηδονῆς οὕτω γράφων «Ὁ Αἰξωνεὺς Θράσυλλος ὁ Πυθοδώρου διετέθη ποτὲ ὑπὸ μανίας τοιαύτης ὡς πάντα τὰ πλοῖα τὰ εἰς τὸν Πειραιᾶ καταγόμενα ὑπολαμβάνειν ἑαυτοῦ εἱναι, καὶ ἀπεγράφετο αὐτὰ καὶ ἀπέστελλε καὶ διῴκει καὶ καταπλέοντα ἀπεδέχετο μετὰ χαρᾶς τοσαύτης ὅσησπερ (554f) ἅν τις ἡσθείη τοσούτων χρημάτων κύριος ὤν. Καὶ τῶν μὲν ἀπολομένων οὐδὲν ἐπεζήτει, τοῖς δὲ σῳζόμἐνοις ἔχαιρεν καὶ διῆγεν μετὰ πλείστης ἡδονης. Ἐπεὶ δε ὁ ἀδελφὸς, αὐτοῦ Κρίτων ἐκ Σικελίας ἐπιδημήσας συλλαβὼν αὐτὸν παρέδωκεν ἰατρῷ καὶ τῆς μανίας ἐπαύσατο, διηγεῖτο πολλάκις περὶ τῆς ἐν μανίᾳ διατριβῆς, οὐδεπώποτε φάσκων κατὰ τὸν βίον ἡσθῆναι πλείονα λύπην μὲν γὰρ οὐδ' ἡντινοῦν αὐτῷ παραγίνεσθαι, τὸ δὲ τῶν ἡδονῶν πλῆθος ὑπερράλλειν.»

 

 

πηγή: http://remacle.org/bloodwolf/erudits/athenee/livre12grec4.htm

 

Ερασιτεχνική δημιουργία τον Οκτώβριο του 2004.  Τελευταία ενημέρωση:  Παρασκευή, 10 Απριλίου 2015.