[2.1.16] οἱ δ’ Ἀθηναῖοι ἐκ τῆς
Σάμου ὁρμώμενοι τὴν
βασιλέως κακῶς ἐποίουν,
καὶ ἐπὶ τὴν Χίον καὶ τὴν Ἔφεσον ἐπέπλεον, καὶ παρεσκευάζοντο πρὸς ναυμαχίαν,
καὶ
στρατηγοὺς πρὸς τοῖς ὑπάρχουσι προσείλοντο Μένανδρον, Τυδέα,
Κηφισόδοτον.
[2.1.17] Λύσανδρος δ’ ἐκ τῆς
Ῥόδου παρὰ τὴν Ἰωνίαν ἐκπλεῖ πρὸς τὸν Ἑλλήσποντον πρός τε τῶν πλοίων τὸν
ἔκπλουν καὶ
ἐπὶ τὰς ἀφεστηκυίας αὐτῶν πόλεις.
ἀνήγοντο δὲ καὶ οἱ Ἀθηναῖοι ἐκ τῆς Χίου πελάγιοι·
[2.1.18] ἡ γὰρ Ἀσία πολεμία
αὐτοῖς ἦν. Λύσανδρος δ’ ἐξ Ἀβύδου παρέπλει
εἰς Λάμψακον σύμμαχον οὖσαν Ἀθηναίων·
καὶ οἱ Ἀβυδηνοὶ καὶ οἱ ἄλλοι παρῆσαν πεζῇ. ἡγεῖτο δὲ Θώραξ Λακεδαιμόνιος.
[2.1.19] προσβαλόντες
δὲ τῇ πόλει αἱροῦσι κατὰ κράτος,
καὶ διήρπασαν οἱ στρατιῶται οὖσαν πλουσίαν καὶ οἴνου καὶ σίτου καὶ τῶν ἄλλων
ἐπιτηδείων πλήρη· τὰ
δὲ ἐλεύθερα σώματα πάντα ἀφῆκε Λύσανδρος.
[2.1.20] οἱ δ’ Ἀθηναῖοι κατὰ
πόδας πλέοντες ὡρμίσαντο τῆς Χερρονήσου ἐν Ἐλαιοῦντι ναυσὶν ὀγδοήκοντα καὶ
ἑκατόν. ἐνταῦθα δὴ
ἀριστοποιουμένοις αὐτοῖς ἀγγέλλεται τὰ περὶ Λάμψακον,
καὶ εὐθὺς ἀνήχθησαν εἰς Σηστόν.
[2.1.21] ἐκεῖθεν δ’ εὐθὺς
ἐπισιτισάμενοι ἔπλευσαν εἰς Αἰγὸς ποταμοὺς ἀντίον τῆς Λαμψάκου· διεῖχε δ’ ὁ
Ἑλλήσποντος ταύτῃ σταδίους ὡς πεντεκαίδεκα. ἐνταῦθα δὴ ἐδειπνοποιοῦντο.
[2.1.22] Λύσανδρος δὲ τῇ
ἐπιούσῃ νυκτί, ἐπεὶ ὄρθρος ἦν, ἐσήμηνεν εἰς τὰς ναῦς ἀριστοποιησαμένους
εἰσβαίνειν,
πάντα δὲ παρασκευασάμενος ὡς εἰς ναυμαχίαν καὶ τὰ
παραβλήματα παραβάλλων,
προεῖπεν ὡς μηδεὶς κινήσοιτο ἐκ τῆς τάξεως μηδὲ ἀνάξοιτο.
[2.1.23] οἱ δὲ Ἀθηναῖοι ἅμα τῷ
ἡλίῳ ἀνίσχοντι ἐπὶ τῷ λιμένι παρετάξαντο
ἐν μετώπῳ ὡς εἰς ναυμαχίαν.
ἐπεὶ δὲ οὐκ ἀντανήγαγε Λύσανδρος, καὶ τῆς ἡμέρας ὀψὲ ἦν, ἀπέπλευσαν πάλιν
εἰς τοὺς Αἰγὸς ποταμούς.
[2.1.24] Λύσανδρος δὲ τὰς
ταχίστας τῶν νεῶν ἐκέλευσεν ἕπεσθαι τοῖς Ἀθηναίοις,
ἐπειδὰν δὲ ἐκβῶσι, κατιδόντας ὅ τι ποιοῦσιν ἀποπλεῖν καὶ αὐτῷ ἐξαγγεῖλαι.
καὶ οὐ
πρότερον ἐξεβίβασεν ἐκ τῶν νεῶν πρὶν αὗται ἧκον.
ταῦτα δ’ ἐποίει τέτταρας ἡμέρας· καὶ οἱ Ἀθηναῖοι ἐπανήγοντο.
[2.1.25] Ἀλκιβιάδης δὲ κατιδὼν
ἐκ τῶν τειχῶν τοὺς μὲν Ἀθηναίους ἐν αἰγιαλῷ ὁρμοῦντας καὶ πρὸς οὐδεμιᾷ πόλει,
τὰ δ’ ἐπιτήδεια ἐκ
Σηστοῦ μετιόντας
πεντεκαίδεκα σταδίους ἀπὸ τῶν νεῶν, τοὺς
δὲ πολεμίους ἐν λιμένι καὶ πρὸς πόλει ἔχοντας πάντα,
οὐκ ἐν καλῷ ἔφη αὐτοὺς ὁρμεῖν, ἀλλὰ μεθορμίσαι εἰς Σηστὸν παρῄνει πρός τε
λιμένα καὶ πρὸς πόλιν·
[2.1.26] οὗ ὄντες ναυμαχήσετε,
ἔφη, ὅταν βούλησθε. οἱ δὲ στρατηγοί, μάλιστα δὲ Τυδεὺς καὶ Μένανδρος,
ἀπιέναι
αὐτὸν ἐκέλευσαν·
αὐτοὶ γὰρ νῦν στρατηγεῖν, οὐκ ἐκεῖνον. καὶ
ὁ μὲν ᾤχετο.
[2.1.27] Λύσανδρος δ’, ἐπεὶ ἦν
ἡμέρα πέμπτη ἐπιπλέουσι τοῖς Ἀθηναίοις, εἶπε τοῖς παρ’ αὐτοῦ ἑπομένοις,
ἐπὰν κατίδωσιν
αὐτοὺς ἐκβεβηκότας καὶ ἐσκεδασμένους
κατὰ τὴν Χερρόνησον, ὅπερ ἐποίουν πολὺ μᾶλλον καθ’ ἑκάστην ἡμέραν, τά
τε σιτία πόρρωθεν ὠνούμενοι
καὶ καταφρονοῦντες δὴ τοῦ Λυσάνδρου, ὅτι οὐκ ἀντανῆγεν,
ἀποπλέοντας τοὔμπαλιν παρ’
αὐτὸν ἆραι
ἀσπίδα κατὰ μέσον τὸν πλοῦν. οἱ δὲ ταῦτα ἐποίησαν ὡς ἐκέλευσε.
[2.1.28] Λύσανδρος δ’ εὐθὺς
ἐσήμηνε τὴν ταχίστην πλεῖν· συμπαρῄει δὲ καὶ Θώραξ τὸ πεζὸν ἔχων. Κόνων δὲ
ἰδὼν τὸν ἐπίπλουν,
ἐσήμηνεν εἰς τὰς ναῦς βοηθεῖν
κατὰ κράτος.
διεσκεδασμένων δὲ τῶν ἀνθρώπων, αἱ μὲν τῶν νεῶν δίκροτοι ἦσαν, αἱ δὲ
μονόκροτοι, αἱ δὲ παντελῶς κεναί· ἡ δὲ Κόνωνος καὶ
ἄλλαι περὶ αὐτὸν ἑπτὰ πλήρεις ἀνήχθησαν ἁθρόαι
καὶ ἡ Πάραλος, τὰς δ’ ἄλλας
πάσας Λύσανδρος ἔλαβε πρὸς τῇ γῇ. τοὺς δὲ πλείστους ἄνδρας ἐν τῇ γῇ
συνέλεξεν· οἱ δὲ καὶ ἔφυγον εἰς τὰ τειχύδρια.
[2.1.29] Κόνων δὲ ταῖς ἐννέα
ναυσὶ φεύγων, ἐπεὶ
ἔγνω τῶν Ἀθηναίων τὰ πράγματα διεφθαρμένα,
κατασχὼν ἐπὶ τὴν Ἀβαρνίδα τὴν Λαμψάκου ἄκραν
ἔλαβεν αὐτόθεν τὰ μεγάλα τῶν
Λυσάνδρου νεῶν ἱστία,
καὶ αὐτὸς μὲν ὀκτὼ ναυσὶν ἀπέπλευσε παρ’ Εὐαγόραν εἰς Κύπρον, ἡ δὲ Πάραλος
εἰς τὰς Ἀθήνας ἀπαγγελοῦσα τὰ γεγονότα.
[2.1.30] Λύσανδρος δὲ τάς τε
ναῦς καὶ τοὺς αἰχμαλώτους καὶ τἆλλα πάντα εἰς Λάμψακον ἀπήγαγεν,
ἔλαβε δὲ καὶ τῶν στρατηγῶν
ἄλλους τε καὶ Φιλοκλέα
καὶ Ἀδείμαντον. ᾗ δ’ ἡμέρᾳ
ταῦτα κατειργάσατο, ἔπεμψε Θεόπομπον τὸν Μιλήσιον λῃστὴν εἰς Λακεδαίμονα
ἀπαγγελοῦντα τὰ γεγονότα,
ὃς ἀφικόμενος τριταῖος
ἀπήγγειλε.
[2.1.31] μετὰ δὲ ταῦτα
Λύσανδρος ἁθροίσας τοὺς συμμάχους
ἐκέλευσε βουλεύεσθαι περὶ τῶν
αἰχμαλώτων.
ἐνταῦθα δὴ κατηγορίαι ἐγίγνοντο πολλαὶ τῶν Ἀθηναίων, ἅ τε ἤδη
παρενενομήκεσαν καὶ ἃ ἐψηφισμένοι ἦσαν ποιεῖν, εἰ κρατήσειαν τῇ ναυμαχίᾳ,
τὴν
δεξιὰν χεῖρα ἀποκόπτειν τῶν ζωγρηθέντων πάντων,
καὶ ὅτι λαβόντες δύο τριήρεις, Κορινθίαν καὶ Ἀνδρίαν, τοὺς ἄνδρας ἐξ αὐτῶν
πάντας κατακρημνίσειαν· Φιλοκλῆς δ’ ἦν στρατηγὸς τῶν Ἀθηναίων, ὃς τούτους
διέφθειρεν.
[2.1.32] ἐλέγετο δὲ καὶ ἄλλα
πολλά, καὶ
ἔδοξεν ἀποκτεῖναι τῶν αἰχμαλώτων ὅσοι ἦσαν Ἀθηναῖοι
πλὴν Ἀδειμάντου, ὅτι μόνος
ἐπελάβετο ἐν τῇ ἐκκλησίᾳ
τοῦ περὶ τῆς ἀποτομῆς τῶν χειρῶν ψηφίσματος· ᾐτιάθη μέντοι ὑπό τινων
προδοῦναι τὰς ναῦς. Λύσανδρος δὲ Φιλοκλέα πρῶτον ἐρωτήσας, ὃς τοὺς Ἀνδρίους
καὶ Κορινθίους κατεκρήμνισε, τί
εἴη ἄξιος παθεῖν ἀρξάμενος εἰς Ἕλληνας παρανομεῖν,
ἀπέσφαξεν. |