8 Καὶ
τὰ
ἐπὶ
μέρους
δὲ
αὐτῷ
ὧδε
ἔχει
τῶν
δογμάτων·
πῦρ
εἶναι
στοιχεῖον
καὶ
πυρὸς
ἀμοιβὴν
τὰ
πάντα,
ἀραιώσει
καὶ
πυκνώσει
γινόμενα.
σαφῶς
δ' οὐδὲν
ἐκτίθεται.
γίνεσθαί
τε πάντα
κατ'
ἐναντιότητα
καὶ
ῥεῖν
τὰ
ὅλα
ποταμοῦ
δίκην,
πεπεράνθαι
τε τὸ
πᾶν
καὶ
ἕνα
εἶναι
κόσμον·
γεννᾶσθαί
τε αὐτὸν
ἐκ
πυρὸς
καὶ
πάλιν
ἐκπυροῦσθαι
κατά
τινας περιόδους
ἐναλλὰξ
τὸν
σύμπαντα
αἰῶνα·
τοῦτο
δὲ
γίνεσθαι
καθ' εἱμαρμένην.
τῶν
δὲ
ἐναντίων
τὸ
μὲν
ἐπὶ
τὴν
γένεσιν
ἄγον
καλεῖσθαι
πόλεμον
καὶ
ἔριν,
τὸ
δ' ἐπὶ
τὴν
ἐκπύρωσιν
ὁμολογίαν
καὶ
εἰρήνην,
καὶ
τὴν
μεταβολὴν
ὁδὸν
ἄνω
κάτω,
τόν
τε κόσμον
γίνεσθαι
κατ' αὐτήν.
9 Πυκνούμενον
γὰρ
τὸ
πῦρ
ἐξυγραίνεσθαι
συνιστάμενόν
τε γίνε-
σθαι
ὕδωρ,
πηγνύμενον
δὲ
τὸ
ὕδωρ
εἰς
γῆν
τρέπεσθαι·
καὶ
ταύτην
ὁδὸν
ἐπὶ
τὸ
κάτω
εἶναι.
πάλιν
τε αὖ
τὴν
γῆν
χεῖσθαι,
ἐξ
ἧς
τὸ
ὕδωρ
γίνεσθαι,
ἐκ
δὲ
τούτου
τὰ
λοιπά,
σχεδὸν
πάντα
ἐπὶ
τὴν
ἀναθυμίασιν
ἀνάγων
τὴν
ἀπὸ
τῆς
θαλάττης·
αὕτη
δέ
ἐστιν
ἡ
ἐπὶ
τὸ
ἄνω
ὁδός.
γίνεσθαι
δ' ἀναθυμιάσεις
ἀπό
τε γῆς
καὶ
θαλάττης,
ἃς
μὲν
λαμπρὰς
καὶ
καθαράς,
ἃς
δὲ
σκοτεινάς.
αὔξεσθαι
δὲ
τὸ
μὲν
πῦρ
ὑπὸ
τῶν
λαμπρῶν,
τὸ
δὲ
ὑγρὸν
ὑπὸ
τῶν
ἑτέρων.
τὸ
δὲ
περιέχον
ὁποῖόν
ἐστιν
οὐ
δηλοῖ·
εἶναι
μέντοι
ἐν
αὐτῷ
σκάφας
ἐπεστραμμένας
κατὰ
κοῖλον
πρὸς
ἡμᾶς,
ἐν
αἷς
ἀθροιζομένας
τὰς
λαμπρὰς
ἀναθυμιάσεις
ἀποτελεῖν
φλόγας,
ἃς
εἶναι
τὰ
ἄστρα.
|